ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Berean Standard Bible
1Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν·
1“I am the true vine, and My Father is the keeper of the vineyard.
2πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ.
2He cuts off every branch in Me that bears no fruit, and every branch that does bear fruit, He prunes to make it even more fruitful.
3ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
3You are already clean because of the word I have spoken to you.
4μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφʼ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε.
4Remain in Me, and I will remain in you. Just as no branch can bear fruit by itself unless it remains in the vine, neither can you bear fruit unless you remain in Me.
5ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
5I am the vine and you are the branches. The one who remains in Me, and I in him, will bear much fruit. For apart from Me you can do nothing.
6ἐὰν μή τις ⸀μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
6If anyone does not remain in Me, he is like a branch that is thrown away and withers. Such branches are gathered up, thrown into the fire, and burned.
7ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸀αἰτήσασθε καὶ γενήσεται ὑμῖν·
7If you remain in Me and My words remain in you, ask whatever you wish, and it will be done for you.
8ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ ⸀γένησθε ἐμοὶ μαθηταί.
8This is to My Father’s glory, that you bear much fruit, proving yourselves to be My disciples.
9καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα⸃, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
9As the Father has loved Me, so have I loved you. Remain in My love.
10ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
10If you keep My commandments, you will remain in My love, just as I have kept My Father’s commandments and remain in His love.
11ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
11I have told you these things so that My joy may be in you and your joy may be complete.
12Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·
12This is My commandment, that you love one another as I have loved you.
13μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
13Greater love has no one than this, that he lay down his life for his friends.
14ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ⸀ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
14You are My friends if you do what I command you.
15οὐκέτι ⸂λέγω ὑμᾶς⸃ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
15No longer do I call you servants, for a servant does not understand what his master is doing. But I have called you friends, because everything I have learned from My Father I have made known to you.
16οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
16You did not choose Me, but I chose you. And I appointed you to go and bear fruit—fruit that will remain—so that whatever you ask the Father in My name, He will give you.
17ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
17This is My command to you: Love one another.
18Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν μεμίσηκεν.
18If the world hates you, understand that it hated Me first.
19εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
19If you were of the world, it would love you as its own. Instead, the world hates you, because you are not of the world, but I have chosen you out of the world.
20μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
20Remember the word that I spoke to you: ‘No servant is greater than his master.’ If they persecuted Me, they will persecute you as well; if they kept My word, they will keep yours as well.
21ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂εἰς ὑμᾶς⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
21But they will treat you like this because of My name, since they do not know the One who sent Me.
22εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
22If I had not come and spoken to them, they would not be guilty of sin. Now, however, they have no excuse for their sin.
23ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
23Whoever hates Me hates My Father as well.
24εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
24If I had not done among them the works that no one else did, they would not be guilty of sin; but now they have seen and hated both Me and My Father.
25ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος⸃ ὅτι Ἐμίσησάν με δωρεάν.
25But this is to fulfill what is written in their Law: ‘They hated Me without reason.’
26⸀Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
26When the Advocate comes, whom I will send to you from the Father—the Spirit of truth who proceeds from the Father—He will testify about Me.
27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστε.
27And you also must testify, because you have been with Me from the beginning.
Tip: use the ← and → keys to turn chapters.