ΠΕΤΡΟΥ Β 3
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Freedom Bible (フリーダム・バイブル)
1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
1愛する人たち、私があなたがたに手紙を書くのは、これで二度目です。どちらの手紙でも、これらのことを思い起こさせることによって、あなたがたの純真な心を奮い立たせています。
2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,
2それは、聖なる預言者たちが前もって語った言葉と、主であり救い主である方の使徒である私たちが伝えた戒めを、あなたがたが思い出すためです。
3τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼ ⸀ἐσχάτων τῶν ἡμερῶν ⸂ἐν ἐμπαιγμονῇ⸃ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
3何よりもまず、次のことを知っておきなさい。終わりの日には、あざける者たちが現れ、自分たちの欲望に従って歩み、
4καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως.
4こう言います。「あの方が来るという約束は、どうなったのか。父祖たちが眠りについた日から、すべては創造の初めからあったままではないか。」
5λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ,
5彼らは、はるか昔から天があり、地は神の言葉によって水から現れ、水の中に成り立っていたことを、故意に見過ごしています。
6⸂διʼ ὧν⸃ ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
6その水によって、当時の世界は洪水に覆われて滅びました。
7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ ⸀αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
7しかし、今の天と地は、同じ言葉によって火に備えて蓄えられ、神を敬わない人々が裁かれ、滅ぼされる日まで保たれています。
8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
8しかし、愛する人たち、この一つのことを忘れてはいけません。主にとっては、一日は千年のようであり、千年は一日のようです。
9οὐ βραδύνει ⸀κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ⸀ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
9ある人たちは約束の実現が遅れていると考えていますが、主は約束を遅らせておられるのではありません。むしろ、私たちに対して忍耐しておられ、だれも滅びることを望まず、すべての人が悔い改めに至ることを望んでおられます。
10ἥξει δὲ ⸀ἡμέρα κυρίου ὡς ⸀κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα ⸀λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεται.
10しかし、主の日は夜の盗人のように来ます。その日、天は大きな音を立てて過ぎ去り、諸元素は激しい熱で溶かされ、地と、その中でなされた業は焼き尽くされます。
11Τούτων ⸀οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
11このように、これらすべてのものが滅ぼされるのですから、あなたがたは、聖なる生き方と敬虔において、どのような者であるべきでしょうか。
12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται·
12神の日が来るのを待ち望み、その到来を切に願いなさい。その日には、天は燃えて溶け、諸元素は激しい熱で溶け去ります。
13καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
13しかし、私たちは神の約束に従って、義の宿る新しい天と新しい地を待ち望んでいます。
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
14ですから、愛する人たち、これらを待ち望んでいるのですから、染みもなく、非難されるところもない者として、平安のうちに神に見いだされるよう励みなさい。
15καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν ⸂δοθεῖσαν αὐτῷ⸃ σοφίαν ἔγραψεν ὑμῖν,
15また、私たちの主の忍耐を救いと考えなさい。私たちの愛する兄弟パウロも、与えられた知恵に従ってあなたがたに書き送ったとおりです。
16ὡς καὶ ἐν πάσαις ⸀ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν ⸀αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι ⸀στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
16パウロは、そのすべての手紙の中でも、これらのことについて語っています。それらの手紙には理解しにくい箇所がいくつかあり、無知で心の定まらない者たちは、ほかの聖書と同じように、それらも曲解し、自らに滅びを招いています。
17ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
17ですから、愛する人たち、あなたがたはこれらのことを前もって知っているのですから、不法な者たちの迷いに巻き込まれ、自分の揺るがない立場を失わないよう警戒しなさい。
18αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν.
18むしろ、私たちの主であり救い主であるイエス・キリストの恵みと知識のうちに成長しなさい。この方に、今も、また永遠にわたって栄光がありますように。アーメン。
Tip: use the ← and → keys to turn chapters.