مکاشفهٔ یوحنا
Chapter 17

مکاشفهٔ یوحنا

Old Persian Version (ترج…
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers

مکاشفهٔ یوحنا 17

Old Persian Version (ترجمه قدیم)
SBL Greek New Testament
1و یکی از آن هفت فرشته‌ای که هفت پیاله را داشتند، آمد و به من خطاب کرده، گفت: «بیا تا قضای آن فاحشه بزرگ را که برآبهای بسیار نشسته است به تو نشان دهم،
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ⸀ὑδάτων πολλῶν,
2که پادشاهان جهان با او زنا کردند و ساکنان زمین، ازخمر زنای او مست شدند.»
2μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3پس مرا در روح به بیابان برد و زنی را دیدم بر وحش قرمزی سوارشده که از نامهای کفر پر بود و هفت سر و ده شاخ داشت.
3καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸀γέμοντα ὀνόματα βλασφημίας, ⸀ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4و آن زن، به ارغوانی و قرمز ملبس بود وبه طلا و جواهر و مروارید مزین و پیاله‌ای زرین به‌دست خود پر از خبائث و نجاسات زنای خودداشت.
4καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, ⸀καὶ κεχρυσωμένη ⸀χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
5و بر پیشانی‌اش این اسم مرقوم بود: «سرو بابل عظیم و مادر فواحش و خبائث دنیا.»
5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6وآن زن را دیدم، مست از خون مقدسین و از خون شهدای عیسی و از دیدن او بی‌نهایت تعجب نمودم.
6καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων ⸀καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
7و فرشته مرا گفت: «چرا متعجب شدی؟ من سر زن و آن وحش را که هفت سر و ده شاخ دارد که حامل اوست، به تو بیان می‌نمایم.
7καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·
8آن وحش که دیدی، بود و نیست و از هاویه خواهدبرآمد و به هلاکت خواهد رفت؛ و ساکنان زمین، جز آنانی که نامهای ایشان از بنای عالم در دفترحیات مرقوم است، در حیرت خواهند افتاد ازدیدن آن وحش که بود و نیست و ظاهر خواهدشد.
8τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸀ὑπάγει· καὶ ⸀θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂τὸ ὄνομα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ⸂τὸ θηρίον ὅτι ἦν⸃ καὶ οὐκ ἔστιν καὶ παρέσται.
9«اینجاست ذهنی که حکمت دارد. این هفت سر، هفت کوه می‌باشد که زن بر آنها نشسته است؛
9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ⸂ἑπτά εἰσιν⸃·
10و هفت پادشاه هستند که پنج افتاده‌اند و یکی هست و دیگری هنوز نیامده است و چون آیدمی باید اندکی بماند.
10οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον ⸂αὐτὸν δεῖ⸃ μεῖναι,
11و آن وحش که بود ونیست، هشتمین است و از آن هفت است و به هلاکت می‌رود.
11καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ ⸀αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12و آن ده شاخ که دیدی، ده پادشاه هستند که هنوز سلطنت نیافته‌اند بلکه یک ساعت با وحش چون پادشاهان قدرت می‌یابند.
12καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
13اینها یک رای دارند و قوت و قدرت خود را به وحش می‌دهند.
13οὗτοι μίαν ⸂γνώμην ἔχουσιν⸃, καὶ τὴν δύναμιν ⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14ایشان با بره جنگ خواهندنمود و بره بر ایشان غالب خواهد آمد، زیرا که اورب‌الارباب و پادشاه پادشاهان است و آنانی نیز که با وی هستند که خوانده شده و برگزیده وامینند.»
14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15و مرا می‌گوید: «آبهایی که دیدی، آنجایی که فاحشه نشسته است، قومها و جماعتها وامت‌ها و زبانها می‌باشد.
15Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι.
16و اما ده شاخ که دیدی و وحش، اینها فاحشه را دشمن خواهند داشت واو را بینوا و عریان خواهند نمود و گوشتش راخواهند خورد و او را به آتش خواهند سوزانید،
16καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ ⸀γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·
17زیرا خدا در دل ایشان نهاده است که اراده او رابه‌جا آرند و یک رای شده، سلطنت خود را به وحش بدهند تا کلام خدا تمام شود.
17ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸂μίαν γνώμην⸃ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸀τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
18و زنی که دیدی، آن شهر عظیم است که بر پادشاهان جهان سلطنت می‌کند.»
18καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Tip: use the ← and → keys to turn chapters.