مرقس 12
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1پس به مثلها به ایشان آغاز سخن نمودکه «شخصی تاکستانی غرس نموده، حصاری گردش کشید و چرخشتی بساخت وبرجی بنا کرده، آن را به دهقانان سپرد و سفر کرد.
1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
2و در موسم، نوکری نزد دهقانان فرستاد تا ازمیوه باغ از باغبانان بگیرد.
2καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
3اما ایشان او را گرفته، زدند و تهیدست روانه نمودند.
3καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4باز نوکری دیگرنزد ایشان روانه نمود. او را نیز سنگسار کرده، سراو را شکستند و بیحرمت کرده، برگردانیدندش.
4καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
5پس یک نفر دیگر فرستاده، او را نیز کشتند و بسادیگران را که بعضی را زدند و بعضی را به قتل رسانیدند.
5καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6و بالاخره یک پسر حبیب خود راباقی داشت. او را نزد ایشان فرستاده، گفت: پسرمرا حرمت خواهند داشت.
6ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
7لیکن دهقانان با خودگفتند: این وارث است؛ بیایید او را بکشیم تامیراث از آن ما گردد.
7ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8پس او را گرفته، مقتول ساختند و او را بیرون از تاکستان افکندند.
8καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9پس صاحب تاکستان چه خواهد کرد؟ او خواهدآمد و آن باغبان را هلاک ساخته، باغ را به دیگران خواهد سپرد.
9τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10آیا این نوشته رانخواندهاید: سنگی که معمارانش رد کردند، همان سر زاویه گردید؟
10οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11این از جانب خداوند شد و در نظر ما عجیب است.
11παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12آنگاه خواستند او را گرفتار سازند، اما از خلق میترسیدند، زیرا میدانستند که این مثل رابرای ایشان آورد. پس او را واگذارده، برفتند.
12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13و چند نفر از فریسیان و هیرودیان را نزدوی فرستادند تا او را به سخنی به دام آورند.
13Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
14ایشان آمده، بدو گفتند: «ای استاد، ما را یقین است که تو راستگو هستی و از کسی باک نداری، چون که به ظاهر مردم نمی نگری بلکه طریق خدارا به راستی تعلیم مینمایی. جزیه دادن به قیصرجایز است یا نه؟ بدهیم یا ندهیم؟
14οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
15اما اوریاکاری ایشان را درک کرده، بدیشان گفت: «چرامرا امتحان میکنید؟ دیناری نزد من آرید تا آن راببینم.»
15ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16چون آن را حاضر کردند، بدیشان گفت: «این صورت و رقم از آن کیست؟» وی راگفتند: «از آن قیصر.»
16οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.
17عیسی در جواب ایشان گفت: «آنچه از قیصر است، به قیصر رد کنید وآنچه از خداست، به خدا.» و از او متعجب شدند.
17καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18و صدوقیان که منکر هستند نزد وی آمده، از او سوال نموده، گفتند:
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19«ای استاد، موسی به ما نوشت که هرگاه برادر کسی بمیرد و زنی بازگذاشته، اولادی نداشته باشد، برادرش زن او رابگیرد تا از بهر برادر خود نسلی پیدا نماید.
19διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20پس هفت برادر بودند که نخستین، زنی گرفته، بمرد واولادی نگذاشت.
20ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
21پس ثانی او را گرفته، هم بیاولاد فوت شد و همچنین سومی.
21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς [οὐκ] ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.
22تا آنکه آن هفت او را گرفتند و اولادی نگذاشتند و بعد ازهمه، زن فوت شد.
22καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
23پس در قیامت چون برخیزند، زن کدامیک از ایشان خواهد بود ازآنجهت که هر هفت، او را به زنی گرفته بودند؟»
23ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24عیسی در جواب ایشان گفت: «آیا گمراه نیستید از آنرو که کتب و قوت خدا را نمی دانید؟
24καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25زیرا هنگامی که از مردگان برخیزند، نه نکاح میکنند و نه منکوحه میگردند، بلکه مانندفرشتگان، در آسمان میباشند.
25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
26اما در باب مردگان که برمی خیزند، در کتاب موسی در ذکربوته نخواندهاید چگونه خدا او را خطاب کرده، گفت که منم خدای ابراهیم و خدای اسحاق وخدای یعقوب.
26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
27و او خدای مردگان نیست بلکه خدای زندگان است. پس شما بسیار گمراه شدهاید.»
27οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28و یکی از کاتبان، چون مباحثه ایشان را شنیده، دید که ایشان را جواب نیکو داد، پیش آمده، از او پرسید که «اول همه احکام کدام است؟»
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
29عیسی او را جواب داد که «اول همه احکام این است که بشنوای اسرائیل، خداوندخدای ما خداوند واحد است.
29ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή · ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
30و خداوندخدای خود را به تمامی دل و تمامی جان وتمامی خاطر و تمامی قوت خود محبت نما، که اول از احکام این است.
30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
31و دوم مثل اول است که همسایه خود را چون نفس خود محبت نما. بزرگتر از این دو، حکمی نیست.»
31καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
32کاتب وی راگفت: «آفرینای استاد، نیکو گفتی، زیرا خداواحد است و سوای او دیگری نیست،
32καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33و او رابه تمامی دل و تمامی فهم و تمامی نفس و تمامی قوت محبت نمودن و همسایه خود را مثل خودمحبت نمودن، از همه قربانی های سوختنی وهدایا افضل است.»
33καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34چون عیسی بدید که عاقلانه جواب داد، به وی گفت: «از ملکوت خدادور نیستی.» و بعد از آن، هیچکس جرات نکردکه از او سوالی کند.
34καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35و هنگامی که عیسی در هیکل تعلیم میداد، متوجه شده، گفت: «چگونه کاتبان میگویند که مسیح پسر داود است؟
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;
36و حال آنکه خود داود در روحالقدس میگوید که خداوند به خداوند من گفت برطرف راست من بنشین تا دشمنان تو را پای انداز تو سازم؟
36αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37خودداود او را خداوند میخواند؛ پس چگونه او راپسر میباشد؟» و عوام الناس کلام او را به خشنودی میشنیدند.
37αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38پس در تعلیم خود گفت: «از کاتبان احتیاطکنید که خرامیدن در لباس دراز و تعظیم های دربازارها
38Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39و کرسی های اول در کنایس و جایهای صدر در ضیافتها را دوست میدارند.
39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
40اینان که خانه های بیوهزنان را میبلعند و نماز را به ریاطول میدهند، عقوبت شدیدتر خواهند یافت.»
40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα.
41و عیسی در مقابل بیتالمال نشسته، نظاره میکرد که مردم به چه وضع پول به بیتالمال میاندازند؛ و بسیاری از دولتمندان، بسیارمی انداختند.
41Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
42آنگاه بیوهزنی فقیر آمده، دوفلس که یک ربع باشد انداخت.
42καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
43پس شاگردان خود را پیش خوانده، به ایشان گفت: «هرآینه به شما میگویم این بیوهزن مسکین از همه آنانی که در خزانه انداختند، بیشتر داد.
43καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44زیرا که همه ایشان از زیادتی خود دادند، لیکن این زن ازحاجتمندی خود، آنچه داشت انداخت، یعنی تمام معیشت خود را.»
44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.