مرقس 11
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: Textus Receptus
1و چون نزدیک به اورشلیم به بیتفاجی و بیت عنیا بر کوه زیتون رسیدند، دو نفراز شاگردان خود را فرستاده،
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
2بدیشان گفت: «بدین قریهای که پیش روی شما است بروید وچون وارد آن شدید، درساعت کره الاغی را بسته خواهید یافت که تا به حال هیچکس بر آن سوارنشده؛ آن را باز کرده، بیاورید.
2καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
3و هرگاه کسی به شما گوید چرا چنین میکنید، گویید خداوندبدین احتیاج دارد؛ بیتامل آن را به اینجا خواهدفرستاد.»
3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθέως αὐτὸν ἀποστελεῖ ὧδε.
4پس رفته کرهای بیرون دروازه درشارع عام بسته یافتند و آن را باز میکردند،
4Ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5که بعضی از حاضرین بدیشان گفتند: «چهکار داریدکه کره را باز میکنید؟»
5Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6آن دو نفر چنانکه عیسی فرموده بود، بدیشان گفتند. پس ایشان را اجازت دادند.
6Οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7آنگاه کره را به نزد عیسی آورده، رخت خود را بر آن افکندند تا بر آن سوار شد.
7Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ.
8وبسیاری رختهای خود و بعضی شاخهها ازدرختان بریده، بر راه گسترانیدند.
8Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.
9و آنانی که پیش و پس میرفتند، فریادکنان میگفتند: «هوشیعانا، مبارک باد کسیکه به نام خداوندمی آید.
9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10مبارک باد ملکوت پدر ما داود که میآید به اسم خداوند. هوشیعانا در اعلی علیین.»
10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβίδ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11و عیسی وارد اورشلیم شده، به هیکل درآمد وبه همهچیز ملاحظه نمود. چون وقت شام شد باآن دوازده به بیت عنیا رفت.
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12بامدادان چون از بیت عنیا بیرون میآمدند، گرسنه شد.
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε.
13ناگاه درخت انجیری که برگ داشت از دور دیده، آمد تا شاید چیزی بر آن بیابد. اما چون نزد آن رسید، جز برگ بر آن هیچ نیافت زیرا که موسم انجیر نرسیده بود.
13Καὶ ἰδὼν συκῆν μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων.
14پس عیسی توجه نموده، بدان فرمود: «از این پس تا به ابد، هیچکس از تو میوه نخواهد خورد.» وشاگردانش شنیدند.
14Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15پس وارد اورشلیم شدند. و چون عیسی داخل هیکل گشت، به بیرون کردن آنانی که درهیکل خرید و فروش میکردند شروع نمود وتخت های صرافان و کرسیهای کبوترفروشان راواژگون ساخت،
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε·
16و نگذاشت که کسی با ظرفی از میان هیکل بگذرد،
16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
17و تعلیم داده، گفت: «آیامکتوب نیست که خانه من خانه عبادت تمامی امتها نامیده خواهد شد؟ اما شما آن را مغاره دزدان ساختهاید.»
17Καὶ ἐδίδασκε, λέγων αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.
18چون روسای کهنه و کاتبان این را بشنیدند، در صدد آن شدند که او را چطور هلاک سازندزیرا که از وی ترسیدند چون که همه مردم ازتعلیم وی متحیر میبودند.
18Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19چون شام شد، از شهر بیرون رفت.
19Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
20صبحگاهان، در اثنای راه، درخت انجیر رااز ریشه خشک یافتند.
20Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21پطرس بهخاطر آورده، وی را گفت: «ای استاد، اینک درخت انجیری که نفرینش کردی خشک شده!»
21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22عیسی در جواب ایشان گفت: «به خدا ایمان آورید،
22Καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ.
23زیرا که هرآینه به شما میگویم هرکه بدین کوه گویدمنتقل شده، به دریا افکنده شو و در دل خود شک نداشته باشد بلکه یقین دارد که آنچه گویدمی شود، هرآینه هرآنچه گوید بدو عطا شود.
23Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται· ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
24بنابراین به شما میگویم آنچه در عبادت سوال میکنید، یقین بدانید که آن را یافتهاید و به شماعطا خواهد شد.
24Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν.
25و وقتی که به دعا بایستید، هرگاه کسی به شما خطا کرده باشد، او را ببخشید تاآنکه پدر شما نیز که در آسمان است، خطایای شما را معاف دارد.
25Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26اما هرگاه شما نبخشید، پدر شما نیز که درآسمان است تقصیرهای شما را نخواهد بخشید.»
26Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.
27و باز به اورشلیم آمدند. و هنگامی که او درهیکل میخرامید، روسای کهنه و کاتبان و مشایخ نزد وی آمده،
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι,
28گفتندش: «به چه قدرت این کارها را میکنی و کیست که این قدرت را به توداده است تا این اعمال را بهجا آری؟»
28καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς;
29عیسی در جواب ایشان گفت: «من از شما نیز سخنی می پرسم، مرا جواب دهید تا من هم به شما گویم به چه قدرت این کارها را میکنم.
29Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30تعمید یحیی ازآسمان بود یا از انسان؟ مرا جواب دهید.»
30Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι.
31ایشان در دلهای خود تفکر نموده، گفتند: «اگرگوییم از آسمان بود، هرآینه گوید پس چرا بدوایمان نیاوردید.
31Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32و اگر گوییم از انسان بود، » ازخلق بیم داشتند از آنجا که همه یحیی را نبیای برحق میدانستند.
32Ἀλλ᾿ ἐὰν εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν.
33پس در جواب عیسی گفتند: «نمی دانیم.» عیسی بدیشان جواب داد: «من هم شما را نمی گویم که به کدام قدرت این کارها را بهجا میآورم.»
33Καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Tip: use the ← and → keys to turn chapters.