متّی 4
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
SBL Greek New Testament
1آنگاه عیسی بهدست روح به بیابان برده شدتا ابلیس او را تجربه نماید.
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2و چون چهل شبانهروز روزه داشت، آخر گرسنه گردید.
2καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.
3پس تجربه کننده نزد او آمده، گفت: «اگر پسر خداهستی، بگو تا این سنگها نان شود.»
3καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ⸃· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4در جواب گفت: «مکتوب است انسان نه محض نان زیست میکند، بلکه به هر کلمهای که از دهان خدا صادرگردد.»
4ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλʼ ⸀ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5آنگاه ابلیس او را به شهر مقدس برد و برکنگره هیکل برپا داشته،
5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6به وی گفت: «اگر پسرخدا هستی، خود را به زیر انداز، زیرا مکتوب است که فرشتگان خود را درباره تو فرمان دهد تاتو را بهدستهای خود برگیرند، مبادا پایت به سنگی خورد.»
6καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7عیسی وی را گفت: «و نیزمکتوب است خداوند خدای خود را تجربه مکن.»
7ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8پس ابلیس او را به کوهی بسیار بلند برد وهمه ممالک جهان و جلال آنها را بدو نشان داده،
8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9به وی گفت: «اگر افتاده مرا سجده کنی، همانا این همه را به تو بخشم.»
9καὶ ⸀εἶπεν αὐτῷ· Ταῦτά ⸂σοι πάντα⸃ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10آنگاه عیسی وی راگفت: «دور شوای شیطان، زیرا مکتوب است که خداوند خدای خود را سجده کن و او را فقطعبادت نما.»
10τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11در ساعت ابلیس او را رها کرد واینک فرشتگان آمده، او را پرستاری مینمودند.
11τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12و چون عیسی شنید که یحیی گرفتار شده است، به جلیل روانه شد،
12Ἀκούσας ⸀δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13و ناصره را ترک کرده، آمد و به کفرناحوم، به کناره دریا در حدودزبولون و نفتالیم ساکن شد.
13καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·
14تا تمام گردد آنچه به زبان اشعیای نبی گفته شده بود
14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
15که «زمین زبولون و زمین نفتالیم، راه دریا آن طرف اردن، جلیل امتها؛
15Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16قومی که در ظلمت ساکن بودند، نوری عظیم دیدند و برنشینندگان دیار موت وسایه آن نوری تابید.»
16ὁ λαὸς ὁ καθήμενος ἐν ⸀σκοτίᾳ ⸂φῶς εἶδεν⸃ μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
17از آن هنگام عیسی به موعظه شروع کرد و گفت: «توبه کنید زیراملکوت آسمان نزدیک است.»
17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18و چون عیسی به کناره دریای جلیل میخرامید، دو برادر یعنی شمعون مسمی به پطرس و برادرش اندریاس را دید که دامی دردریا میاندازند، زیرا صیاد بودند.
18Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς·
19بدیشان گفت: «از عقب من آیید تا شما را صیاد مردم گردانم.»
19καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20در ساعت دامها را گذارده، از عقب او روانه شدند.
20οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21و چون از آنجا گذشت دو برادردیگر یعنی یعقوب، پسر زبدی و برادرش یوحنارا دید که در کشتی با پدر خویش زبدی، دامهای خود را اصلاح میکنند؛ ایشان را نیز دعوت نمود.
21Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22در حال، کشتی و پدر خود را ترک کرده، از عقب او روانه شدند.
22οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23و عیسی در تمام جلیل میگشت و درکنایس ایشان تعلیم داده، به بشارت ملکوت موعظه همی نمود و هر مرض و هر درد قوم راشفا میداد.
23Καὶ περιῆγεν ⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ⸃, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24و اسم او در تمام سوریه شهرت یافت، و جمیع مریضانی که به انواع امراض ودردها مبتلا بودند و دیوانگان و مصروعان ومفلوجان را نزد او آوردند، و ایشان را شفا بخشید.
24καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις ⸀συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
25و گروهی بسیار از جلیل و دیکاپولس واورشلیم و یهودیه و آن طرف اردن در عقب اوروانه شدند.
25καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Tip: use the ← and → keys to turn chapters.