متّی 13
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: Textus Receptus
1و در همان روز، عیسی از خانه بیرون آمده، به کناره دریا نشست
1Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν.
2و گروهی بسیار بر وی جمع آمدند، بقسمی که او به کشتی سوار شده، قرار گرفت و تمامی آن گروه بر ساحل ایستادند؛
2Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
3و معانی بسیار به مثلها برای ایشان گفت: «وقتی برزگری بجهت پاشیدن تخم بیرون شد.
3Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς, λέγων, Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
4و چون تخم میپاشید، قدری در راه افتاد ومرغان آمده، آن را خوردند.
4Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
5و بعضی برسنگلاخ جایی که خاک زیاد نداشت افتاده، بزودی سبز شد، چونکه زمین عمق نداشت،
5Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6وچون آفتاب برآمد بسوخت و چون ریشه نداشت خشکید.
6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7و بعضی در میان خارها ریخته شد وخارها نمو کرده، آن را خفه نمود.
7Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.
8و برخی درزمین نیکو کاشته شده، بار آورد، بعضی صد وبعضی شصت و بعضی سی.
8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
9هرکه گوش شنوادارد بشنود.»
9Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10آنگاه شاگردانش آمده، به وی گفتند: «ازچه جهت با اینها به مثلها سخن میرانی؟»
10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
11درجواب ایشان گفت: «دانستن اسرار ملکوت آسمان به شما عطا شده است، لیکن بدیشان عطانشده،
11Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
12زیرا هرکه دارد بدو داده شود و افزونی یابد. اما کسیکه ندارد آنچه دارد هم از او گرفته خواهد شد.
12Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
13از این جهت با اینها به مثلها سخن می گویم که نگرانند و نمی بینند و شنوا هستند ونمی شنوند و نمی فهمند.
13Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι.
14و در حق ایشان نبوت اشعیا تمام میشود که میگوید: “به سمع خواهید شنید و نخواهید فهمید و نظر کرده، خواهید نگریست و نخواهید دید.
14Καὶ ἀναπληροῦται ἐπ᾿ αὐτοῖς ἡ προφητεία Ἠσαΐου, ἡ λέγουσα, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
15زیرا قلب این قوم سنگین شده و به گوشها به سنگینی شنیدهاند و چشمان خود را بر هم نهادهاند، مبادابه چشمها ببینند و به گوشها بشنوند و به دلهابفهمند و بازگشت کنند و من ایشان را شفا دهم.”
15Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.
16لیکن خوشابهحال چشمان شما زیرا که میبینند و گوشهای شما زیرا که میشنوند
16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι· καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.
17زیرا هرآینه به شما میگویم بسا انبیا وعادلان خواستند که آنچه شما میبینید، ببینندو ندیدند و آنچه میشنوید، بشنوند ونشنیدند.
17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
18پس شما مثل برزگر را بشنوید.
18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος.
19کسیکه کلمه ملکوت را شنیده، آن را نفهمید، شریرمی آید و آنچه در دل او کاشته شده است میرباید، همان است آنکه در راه کاشته شده است.
19Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
20و آنکه بر سنگلاخ ریخته شده، اوست که کلام را شنیده، فی الفور به خشنودی قبول میکند،
20Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
21و لکن ریشهای در خود ندارد، بلکه فانی است و هرگاه سختی یا صدمهای بهسبب کلام بر او وارد آید، در ساعت لغزش میخورد.
21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
22و آنکه در میان خارها ریخته شد، آن است که کلام را بشنود واندیشه این جهان و غرور دولت، کلام را خفه کند و بیثمر گردد.
22Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
23و آنکه درزمین نیکو کاشته شد، آن است که کلام را شنیده، آن را میفهمد و بارآور شده، بعضی صد و بعضی شصت و بعضی سی ثمر میآورد.»
23Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
24و مثلی دیگر بجهت ایشان آورده، گفت: «ملکوت آسمان مردی را ماند که تخم نیکو درزمین خود کاشت:
24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·
25و چون مردم در خواب بودند دشمنش آمده، در میان گندم، کرکاس ریخته، برفت.
25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.
26و وقتی که گندم رویید و خوشه برآورد، کرکاس نیز ظاهر شد.
26Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
27پس نوکران صاحبخانه آمده، به وی عرض کردند: “ای آقامگر تخم نیکو در زمین خویش نکاشتهای؟ پس ازکجا کرکاس بهم رسانید؟”
27Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει τὰ ζιζάνια;
28ایشان را فرمود: “این کار دشمن است.” عرض کردند: “آیامی خواهی برویم آنها را جمع کنیم؟”
28Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
29فرمود: “نی، مبادا وقت جمع کردن کرکاس، گندم را باآنها برکنید.
29Ὁ δὲ ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
30بگذارید که هر دو تا وقت حصاد باهم نمو کنند و در موسم حصاد، دروگران راخواهم گفت که اول کرکاسها را جمع کرده، آنهارا برای سوختن بافهها ببندید اما گندم را در انبارمن ذخیره کنید.”» مثل دانه خردل
30Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
31بار دیگر مثلی برای ایشان زده، گفت: «ملکوت آسمان مثل دانه خردلی است که شخصی گرفته، در مزرعه خویش کاشت.
31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
32وهرچند از سایر دانهها کوچکتر است، ولی چون نمو کند بزرگترین بقول است و درختی میشودچنانکه مرغان هوا آمده در شاخه هایش آشیانه می گیرند.»
32ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33و مثلی دیگر برای ایشان گفت که ملکوت آسمان خمیرمایهای را ماند که زنی آن را گرفته، در سه کیل خمیر پنهان کرد تا تمام، مخمر گشت.
33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
34همه این معانی را عیسی با آن گروه به مثلهاگفت و بدون مثل بدیشان هیچ نگفت،
34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς·
35تا تمام گردد کلامی که به زبان نبی گفته شد: «دهان خودرا به مثلها باز میکنم و به چیزهای مخفی شده ازبنای عالم تنطق خواهم کرد.»
35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
36آنگاه عیسی آن گروه را مرخص کرده، داخل خانه گشت و شاگردانش نزد وی آمده، گفتند: «مثل کرکاس مزرعه را بجهت ما شرح فرما.»
36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
37در جواب ایشان گفت: «آنکه بذر نیکومی کارد پسر انسان است،
37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·
38و مزرعه، این جهان است و تخم نیکو ابنای ملکوت و کرکاسها، پسران شریرند.
38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·
39و دشمنی که آنها را کاشت، ابلیس است و موسم حصاد، عاقبت این عالم ودروندگان، فرشتگانند.
39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
40پس همچنانکه کرکاسها را جمع کرده، در آتش میسوزانند، همانطور در عاقبت این عالم خواهد شد،
40Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.
41که پسر انسان ملائکه خود را فرستاده، همه لغزش دهندگان و بدکاران را جمع خواهند کرد،
41Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
42و ایشان را به تنور آتش خواهند انداخت، جایی که گریه و فشار دندان بود.
42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
43آنگاه عادلان در ملکوت پدر خود مثل آفتاب، درخشان خواهند شد. هرکه گوش شنوا دارد بشنود.
43Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
44«و ملکوت آسمان گنجی را ماند، مخفی شده در زمین که شخصی آن را یافته، پنهان نمودو از خوشی آن رفته، آنچه داشت فروخت و آن زمین را خرید.
44Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45«باز ملکوت آسمان تاجری را ماند که جویای مرواریدهای خوب باشد،
45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
46و چون یک مروارید گرانبها یافت، رفت و مایملک خود رافروخته، آن را خرید.
46ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.
47«ایض ملکوت آسمان مثل دامی است که به دریا افکنده شود و از هر جنسی به آن درآید،
47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
48وچون پر شود، به کنارهاش کشند و نشسته، خوبهارا در ظروف جمع کنند و بدها را دور اندازند.
48ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
49بدینطور در آخر این عالم خواهد شد. فرشتگان بیرون آمده، طالحین را از میان صالحین جدا کرده،
49Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
50ایشان را در تنور آتش خواهندانداخت، جایی که گریه و فشار دندان میباشد.»
50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
51عیسی ایشان را گفت: «آیا همه این امور رافهمیدهاید؟» گفتندش: «بلی خداوندا.»
51Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, Κύριε.
52به ایشان گفت: «بنابراین، هر کاتبی که در ملکوت آسمان تعلیم یافته است، مثل صاحبخانهای است که از خزانه خویش چیزهای نو و کهنه بیرون میآورد.»
52Ὁ δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53و چون عیسی این مثلها را به اتمام رسانید، از آن موضع روانه شد.
53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·
54و چون به وطن خویش آمد، ایشان را در کنیسه ایشان تعلیم داد، بقسمی که متعجب شده، گفتند: «از کجا این شخص چنین حکمت و معجزات را بهم رسانید؟
54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
55آیا این پسر نجار نمی باشد؟ و آیا مادرش مریم نامی نیست؟ و برادرانش یعقوب و یوسف و شمعون ویهودا؟
55Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;
56و همه خواهرانش نزد ما نمی باشند؟ پس این همه را از کجا بهم رسانید؟»
56Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσί; Πόθεν οὖν τούτῳ ταῦτα πάντα;
57و درباره او لغزش خوردند. لیکن عیسی بدیشان گفت: «نبی بیحرمت نباشد مگر در وطن و خانه خویش.»
57Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58و بهسبب بیایمانیایشان معجزه بسیار در آنجا ظاهر نساخت.
58Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.