یوحنا 10
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: Textus Receptus
1«آمین آمین به شما میگویم هرکه از دربه آغل گوسفند داخل نشود، بلکه از راه دیگر بالا رود، او دزد و راهزن است.
1Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.
2و اما آنکه از در داخل شود، شبان گوسفندان است.
2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.
3دربان بجهت او میگشاید و گوسفندان آواز او رامی شنوند و گوسفندان خود را نام بنام میخواند وایشان را بیرون میبرد.
3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά.
4و وقتی که گوسفندان خود را بیرون برد، پیش روی ایشان میخرامد وگوسفندان از عقب او میروند، زیرا که آواز او رامی شناسند.
4Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ.
5لیکن غریب را متابعت نمی کنند، بلکه از او میگریزند زیرا که آواز غریبان رانمی شناسند.»
5Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
6و این مثل را عیسی برای ایشان آورد، اماایشان نفهمیدند که چه چیز بدیشان میگوید.
6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7آنگاه عیسی بدیشان بازگفت: «آمین آمین به شما میگویم که من در گوسفندان هستم.
7Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8جمیع کسانی که پیش از من آمدند، دزد و راهزن هستند، لیکن گوسفندان سخن ایشان را نشنیدند.
8Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9من درهستم هرکه از من داخل گردد نجات یابد و بیرون و درون خرامد و علوفه یابد.
9Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
10دزد نمی آید مگرآنکه بدزدد و بکشد و هلاک کند. من آمدم تاایشان حیات یابند و آن را زیادتر حاصل کنند.
10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.
11«من شبان نیکو هستم. شبان نیکو جان خودرا در راه گوسفندان مینهد.
11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
12اما مزدوری که شبان نیست و گوسفندان از آن او نمی باشند، چون بیند که گرگ میآید، گوسفندان را گذاشته، فرار میکند و گرگ گوسفندان را میگیرد وپراکنده میسازد.
12Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα.
13مزدور میگریزد چونکه مزدور است و به فکر گوسفندان نیست.
13Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14من شبان نیکو هستم و خاصان خود را میشناسم وخاصان من مرا میشناسند.
14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
15چنانکه پدر مرامی شناسد و من پدر را میشناسم و جان خود رادر راه گوسفندان مینهم.
15Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
16و مرا گوسفندان دیگر هست که از این آغل نیستند. باید آنها را نیزبیاورم و آواز مرا خواهند شنید و یک گله و یک شبان خواهند شد.
16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
17و از این سبب پدر مرادوست میدارد که من جان خود را مینهم تا آن راباز گیرم.
17Διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18کسی آن را از من نمی گیرد، بلکه من خود آن را مینهم. قدرت دارم که آن را بنهم وقدرت دارم آن را باز گیرم. این حکم را از پدرخود یافتم.»
18Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19باز بهسبب این کلام، در میان یهودیان اختلاف افتاد.
19Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20بسیاری از ایشان گفتند که «دیودارد و دیوانه است. برای چه بدو گوش میدهید؟»
20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21دیگران گفتند که «این سخنان دیوانه نیست. آیا دیو میتواند چشم کوران را بازکند؟»
21Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;
22پس در اورشلیم، عید تجدید شد و زمستان بود.
22Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν·
23و عیسی در هیکل، در رواق سلیمان میخرامید.
23καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος.
24پس یهودیان دور او را گرفته، بدوگفتند: «تا کی ما را متردد داری؟ اگر تو مسیح هستی، آشکارا به ما بگو.
24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
25عیسی بدیشان جواب داد: «من به شما گفتم و ایمان نیاوردید. اعمالی را که به اسم پدر خود بهجا میآورم، آنهابرای من شهادت میدهد.
25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
26لیکن شما ایمان نمی آورید زیرا از گوسفندان من نیستید، چنانکه به شما گفتم.
26ἀλλ᾿ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.
27گوسفندان من آواز مرا میشنوندو من آنها را میشناسم و مرا متابعت میکنند.
27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι·
28ومن به آنها حیات جاودانی میدهم و تا به ابد هلاک نخواهند شد و هیچکس آنها را از دست من نخواهد گرفت.
28κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
29پدری که به من داد از همه بزرگتر است و کسی نمی تواند از دست پدر من بگیرد.
29Ὁ πατήρ μου ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου.
30من و پدر یک هستیم.»
30Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31آنگاه یهودیان باز سنگها برداشتند تا او راسنگسار کنند.
31Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
32عیسی بدیشان جواب داد: «ازجانب پدر خود بسیار کارهای نیک به شما نمودم. بهسبب کدامیک از آنها مرا سنگسار میکنید؟»
32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;
33یهودیان در جواب گفتند: «بهسبب عمل نیک، تو را سنگسار نمی کنیم، بلکه بهسبب کفر، زیرا توانسان هستی و خود را خدا میخوانی.»
33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.
34عیسی در جواب ایشان گفت: «آیا در تورات شما نوشته نشده است که من گفتم شما خدایان هستید؟
34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε;
35پس اگر آنانی را که کلام خدا بدیشان نازل شد، خدایان خواند و ممکن نیست که کتاب محو گردد،
35Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο — καὶ οὐ δύναται λυθῆναι ἡ γραφή —
36آیا کسی را که پدر تقدیس کرده، به جهان فرستاد، بدو میگویید کفر میگویی، از آن سبب که گفتم پسر خدا هستم؟
36ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι;
37اگر اعمال پدرخود را بهجا نمی آورم، به من ایمان میاورید.
37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
38ولکن چنانچه بهجا میآورم، هرگاه به من ایمان نمی آورید، به اعمال ایمان آورید تا بدانید و یقین کنید که پدر در من است و من در او.»
38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ.
39پس دیگرباره خواستند او را بگیرند، اما از دستهای ایشان بیرون رفت.
39Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40و باز به آن طرف اردن، جایی که اول یحیی تعمید میداد، رفت و در آنجا توقف نمود.
40Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ.
41وبسیاری نزد او آمده، گفتند که یحیی هیچ معجزه ننمود و لکن هرچه یحیی درباره این شخص گفت راست است.
41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
42پس بسیاری در آنجا به او ایمان آوردند.
42Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
Tip: use the ← and → keys to turn chapters.