ارمیا 33
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1و هنگامی که ارمیا در صحن زندان محبوس بود کلام خداوند بار دیگر براو نازل شده، گفت:
1ΕΝ ἀρχῇ βασιλέως Ἰωακεὶμ υἱοῦ Ἰωσία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου·
2«خداوند که این کار رامی کند و خداوند که آن را مصور ساخته، مستحکم میسازد و اسم او یهوه است چنین میگوید:
2οὕτως εἶπε Κύριος· στῆθι ἐν αὐλῇ οἴκου Κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ρῆμα·
3مرا بخوان و تو را اجابت خواهم نمودو تو را از چیزهای عظیم و مخفی که آنها راندانستهای مخبر خواهم ساخت.
3ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
4زیرا که یهوه خدای اسرائیل درباره خانه های این شهر و درباره خانه های پادشاهان یهودا که در مقابل سنگرها ومنجنیقها منهدم شده است،
4καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,
5و میآیند تا باکلدانیان مقاتله نمایند و آنها را به لاشهای کسانی که من در خشم و غضب خود ایشان را کشتم پرمی کنند. زیرا که روی خود را از این شهر بهسبب تمامی شرارت ایشان مستور ساختهام.
5εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου,
6اینک به این شهر عافیت و علاج باز خواهم داد و ایشان راشفا خواهم بخشید و فراوانی سلامتی و امانت رابه ایشان خواهم رسانید.
6καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς.
7و اسیران یهودا واسیران اسرائیل را باز آورده، ایشان را مثل اول بناخواهم نمود.
7καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ἱερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου.
8و ایشان را از تمامی گناهانی که به من ورزیدهاند، طاهر خواهم ساخت و تمامی تقصیرهای ایشان را که بدانها بر من گناه ورزیده واز من تجاوز کردهاند، خواهم آمرزید.
8καὶ ἐγένετο Ἱερεμίου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων· θανάτῳ ἀποθανῇ,
9و این شهر برای من اسم شادمانی و تسبیح و جلال خواهد بود نزد جمیع امت های زمین که چون آنهاهمه احسانی را که به ایشان نموده باشم بشنوندخواهند ترسید. و بهسبب تمام این احسان وتمامی سلامتی که من به ایشان رسانیده باشم خواهند لرزید.
9ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων· ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἱερεμίαν ἐν οἴκῳ Κυρίου.
10خداوند چنین میگوید که دراین مکان که شما دربارهاش میگویید که آن ویران و خالی از انسان و بهایم است یعنی در شهرهای یهودا و کوچه های اورشلیم که ویران و خالی ازانسان و ساکنان و بهایم است،
10Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης Κυρίου τῆς καινῆς.
11در آنها آوازشادمانی و آواز سرور و آواز داماد و آواز عروس و آواز کسانی که میگویند یهوه صبایوت راتسبیح بخوانید زیرا خداوند نیکو است و رحمت او تا ابدالاباد است، بار دیگر شنیده خواهد شد وآواز آنانی که هدایای تشکر به خانه خداوندمی آورند. زیرا خداوند میگوید اسیران این زمین را مثل سابق باز خواهم آورد.
11καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ· κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν.
12یهوه صبایوت چنین میگوید: در اینجایی که ویران و از انسان وبهایم خالی است و در همه شهرهایش بار دیگرمسکن شبانانی که گلهها را میخوابانند خواهدبود.
12καὶ εἶπεν Ἱερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων· Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους, οὓς ἠκούσατε.
13و خداوند میگوید که در شهرهای کوهستان و شهرهای همواری و شهرهای جنوب و در زمین بنیامین و در حوالی اورشلیم وشهرهای یهودا گوسفندان بار دیگر از زیردست شمارندگان خواهند گذشت.
13καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ' ὑμᾶς.
14اینک خداوندمی گوید: ایامی میآید که آن وعده نیکو را که درباره خاندان اسرائیل و خاندان یهودا دادم وفاخواهم نمود.
14καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.
15در آن ایام و در آن زمان شاخه عدالت برای داود خواهم رویانید و او انصاف وعدالت را در زمین جاری خواهد ساخت.
15ἀλλ' ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ' ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.
16درآن ایام یهودا نجات خواهد یافت و اورشلیم به امنیت مسکون خواهد شد و اسمی که به آن نامیده میشود این است: یهوه صدقینو.
16καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας· οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς.
17زیرا خداوند چنین میگوید که از داود کسیکه برکرسی خاندان اسرائیل بنشیند کم نخواهد شد.
17καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ·
18و از لاویان کهنه کسیکه قربانی های سوختنی بگذراند و هدایای آردی بسوزاند وذبایح همیشه ذبح نماید از حضور من کم نخواهدشد.»
18Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ εἶπε παντὶ τῷ λαῷ Ἰούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
19و کلام خداوند بر ارمیا نازل شده، گفت:
19μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ' αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.
20«خداوند چنین میگوید: اگر عهد مرا با روز وعهد مرا با شب باطل توانید کرد که روز و شب دروقت خود نشود،
20Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρίμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἱερεμίου.
21آنگاه عهد من با بنده من داودباطل خواهد شد تا برایش پسری که بر کرسی اوسلطنت نماید نباشد و با لاویان کهنه که خادم من میباشند.
21καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.
22چنانکه لشکر آسمان را نتوان شمردو ریگ دریا را قیاس نتوان کرد، همچنان ذریت بنده خود داود و لاویان را که مرا خدمت مینمایند زیاده خواهم گردانید.»
22καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,
23و کلام خداوند بر ارمیا نازل شده، گفت:
23καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.
24«آیا نمی بینی که این قوم چه حرف میزنند؟ میگویند که خداوند آن دو خاندان را که برگزیده بود ترک نموده است. پس قوم مرا خوارمی شمارند که در نظر ایشان دیگر قومی نباشند.
24πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.
25خداوند چنین میگوید: اگر عهد من با روز وشب نمی بود و قانون های آسمان و زمین را قرارنمی دادم،
no verse 25 in this text
26آنگاه نیز ذریت یعقوب ونسل بنده خود داود را ترک مینمودم و از ذریت او بر اولادابراهیم و اسحاق و یعقوب حاکمان نمی گرفتم. زیرا که اسیران ایشان را باز خواهم آورد و برایشان ترحم خواهم نمود.»
no verse 26 in this text
Tip: use the ← and → keys to turn chapters.