داوران 15
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و بعد از چندی، واقع شد که شمشون در روزهای درو گندم برای دیدن زن خود با بزغالهای آمد و گفت نزد زن خود به حجره خواهم درآمد. لیکن پدرش نگذاشت که داخل شود.
1Καὶ ἐγένετο μεθʼ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν, εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.
2و پدرزنش گفت: «گمان میکردم که او رابغض مینمودی، پس او را به رفیق تو دادم، آیاخواهر کوچکش از او بهتر نیست؛ او را به عوض وی برای خود بگیر.»
2Καὶ εἶπεν ὁ πατὴρ αὐτὴς, λέγων, εἶπα ὅτι μισῶν ἐμίσησας αὐτὴν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς.
3شمشون به ایشان گفت: «این دفعه از فلسطینیان بیگناه خواهم بود اگرایشان را اذیتی برسانم.»
3Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ἠθὼωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετʼ αὐτῶν πονηρίαν·
4و شمشون روانه شده، سیصد شغال گرفت، و مشعلها برداشته، دم بر دم گذاشت، و در میان هر دودم مشعلی گذارد.
4Καὶ ἐπορεύθη Σαμψὼν, καὶ συνέλαβε τριακοσίας ἀλώπεκας, καὶ ἔλαβε λαμπάδας, καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον, καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε,
5ومشعلها را آتش زده، آنها را در کشتزارهای فلسطینیان فرستاد، و بافهها و زرعها و باغهای زیتون را سوزانید.
5καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι, καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων· καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
6و فلسطینیان گفتند: «کیست که این را کرده است؟» گفتند: «شمشون دامادتمنی، زیرا که زنش را گرفته، او را به رفیقش داده است.» پس فلسطینیان آمده، زن و پدرش را به آتش سوزانیدند.
6Καὶ εἶπαν οἱ ἀλλόφυλοι, τίς ἐποίησε ταῦτα; καὶ εἶπαν, Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνὶ, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι, καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί.
7و شمشون به ایشان گفت: «اگربه اینطور عمل کنید، البته از شما انتقام خواهم کشید و بعد از آن آرامی خواهم یافت.»
7Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω.
8و ایشان را از ساق تا ران به صدمهای عظیم کشت. پس رفته، در مغاره صخره عیطام ساکن شد.
8Καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ἠτάμ.
9و فلسطینیان برآمده، در یهودا اردو زدند ودر لحی متفرق شدند.
9Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι, καὶ παρενέβαλον ἐν Ἰούδα, καὶ ἐξεῤῥίφησαν ἐν Λεχί.
10و مردان یهودا گفتند: «چرا بر ما برآمدید.» گفتند: «آمدهایم تا شمشون را ببندیم و برحسب آنچه به ما کرده است به اوعمل نماییم.»
10Καὶ εἶπαν ἀνὴρ Ἰούδα, εἰς τί ἀνέβητε ἐφʼ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι, δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
11پس سه هزار نفر از یهودا به مغاره صخره عیطام رفته، به شمشون گفتند: «آیاندانستهای که فلسطینیان بر ما تسلط دارند، پس این چهکار است که به ما کردهای؟» در جواب ایشان گفت: «به نحوی که ایشان به من کردند، من به ایشان عمل نمودم.»
11Καὶ κατέβησαν τρισχίλιοι ἀπὸ Ἰούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας Ἠτὰμ, καὶ εἶπαν πρὸς Σαμψὼν, οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν; καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς·
12ایشان وی را گفتند: «ماآمدهایم تا تو را ببندیم و بهدست فلسطینیان بسپاریم.» شمشون در جواب ایشان گفت: «برای من قسم بخورید که خود بر من هجوم نیاورید.»
12Καὶ εἶπαν αὐτῷ, δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων· καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.
13ایشان در جواب وی گفتند: «حاشا! بلکه تو رابسته، بهدست ایشان خواهیم سپرد، و یقین تو رانخواهیم کشت.» پس او را به دو طناب نو بسته، ازصخره برآوردند.
13Καὶ εἶπον αὐτῷ, λέγοντες, οὐχὶ, ὅτι ἀλλʼ ἢ δεσμῷ δήσομέν σε, καὶ παραδώσωμέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσωμέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.
14و چون او به لحی رسید، فلسطینیان ازدیدن او نعره زدند و روح خداوند بر وی مستقرشده، طنابهایی که بر بازوهایش بود مثل کتانی که به آتش سوخته شود گردید، و بندها از دستهایش فروریخت.
14Καὶ ἦλθον ἕως σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν, καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου· καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον ὃ ἐξεκαύθη ἐν πυρί· καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
15و چانه تازه الاغی یافته، دست خود را دراز کرد و آن را گرفته، هزار مرد با آن کشت.
15Καὶ εὗρε σιαγόνα ὄνου ἐξεῤῥιμμένην, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν, καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
16و شمشون گفت: «با چانه الاغ توده برتوده با چانه الاغ هزار مرد کشتم.»
16Καὶ εἶπε Σαμψὼν, ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτοὺς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
17و چون ازگفتن فارغ شد، چانه را از دست خود انداخت وآن مکان را رمت لحی نامید.
17Καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔῤῥιψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, ἀναίρεσις σιαγόνος.
18پس بسیار تشنه شده، نزد خداوند دعاکرده، گفت که «بهدست بنده ات این نجات عظیم را دادی و آیا الان از تشنگی بمیرم و بهدست نامختونان بیفتم؟»
18Καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον, καὶ εἶπε, σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει, καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων;
19پس خدا کفهای را که درلحی بود شکافت که آب از آن جاری شد و چون بنوشید جانش برگشته، تازه روح شد. از این سبب اسمش عین حقوری خوانده شد که تا امروز درلحی است.
19Καὶ ἔῤῥηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐκ αὐτοῦ ὕδωρ, καὶ ἔπιε· καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης.
20و او در روزهای فلسطینیان بیست سال بر اسرائیل داوری نمود.
20Καὶ ἔκρινε τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη.
Tip: use the ← and → keys to turn chapters.