اشعیا 28
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1وای بر تاج تکبر میگساران افرایم وبرگل پژمرده زیبایی جلال وی، که بر سر وادی بارور مغلوبان شراب است.
1Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.
2اینک خداوند کسی زورآور و توانا دارد که مثل تگرگ شدید و طوفان مهلک و مانند سیل آبهای زورآورسرشار، آن را به زور بر زمین خواهد انداخت.
2Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶ,
3وتاج تکبر میگساران افرایم زیر پایها پایمال خواهد شد.
3καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ.
4و گل پژمرده زیبایی جلال وی که بر سر وادی بارور است مثل نوبر انجیرها قبل ازتابستان خواهد بود که چون بیننده آن را بیندوقتی که هنوز در دستش باشد آن را فرو میبرد.
4Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόζῆς, ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν.
5و در آن روز یهوه صبایوت به جهت بقیه قوم خویش تاج جلال و افسر جمال خواهد بود.
5Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλεκεὶς τῆς δόξης, τῷ καταλειφθέντι τοῦ λαοῦ.
6وروح انصاف برای آنانی که به داوری مینشینند وقوت برای آنانی که جنگ را به دروازه هابرمی گردانند (خواهد بود).
6Καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν.
7ولکن اینان نیز از شراب گمراه شدهاند و ازمسکرات سرگشته گردیدهاند. هم کاهن و هم نبی از مسکرات گمراه شدهاند و از شراب بلعیده گردیدهاند. از مسکرات سرگشته شدهاند و دررویا گمراه گردیدهاند و در داوری مبهوت گشتهاند.
7Οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτέστι φάσμα.
8زیرا که همه سفرهها از قی و نجاست پر گردیده و جایی نمانده است.
8Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν, αὕτη γὰρ ἡ βουλὴ ἕνεκα πλεονεξίας.
9کدام را معرفت خواهد آموخت و اخبار را به که خواهد فهمانید؟ آیا نه آنانی را که از شیر بازداشته و از پستانها گرفته شدهاند؟
9Τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ.
10زیرا که حکم بر حکم و حکم بر حکم، قانون بر قانون وقانون بر قانون اینجا اندکی و آنجا اندکی خواهدبود.
10Θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἐτι μικρὸν ἔτι μικρόν,
11زیرا که با لبهای الکن و زبان غریب با این قوم تکلم خواهد نمود.
11διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ,
12که به ایشان گفت: «راحت همین است. پس خسته شدگان را مستریح سازید و آرامی همین است.» امانخواستند که بشنوند.
12λέγοντες αὐτοῖς, τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι, καὶ τοῦτο τὸ σύντριμμα· καὶ οὐκ ἠθέλησαν ἀκούειν.
13و کلام خداوند برای ایشان حکم بر حکم و حکم برحکم، قانون برقانون و قانون بر قانون اینجا اندکی و آنجا اندکی خواهد بود تا بروند و به پشت افتاده، منکسرگردند و به دام افتاده، گرفتار شوند.
13Καὶ ἔσται αὐτοῖς τὸ λόγιον τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, ἵνα πορεύσωσι καὶ πέσωσιν ὀπίσω· καὶ συντριβήσονται, καὶ κινδυνεύσουσι, καὶ ἁλώσονται.
14بنابراینای مردان استهزا کننده وای حاکمان این قوم که دراورشلیماند کلام خداوند را بشنوید.
14Διατοῦτο ἀκούσατε λόγον Κυρίου ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ·
15از آنجاکه گفتهاید با موت عهد بستهایم و با هاویه همداستان شدهایم، پس چون تازیانه مهلک بگذرد به ما نخواهد رسید زیرا که دروغها راملجای خود نمودیم و خویشتن را زیر مکرمستور ساختیم.
15Ὅτι εἴπατε, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.
16بنابراین خداوند یهوه چنین میگوید: «اینک در صهیون سنگ بنیادی نهادم یعنی سنگ آزموده و سنگ زاویهای گرانبها و اساس محکم پس هرکه ایمان آورد تعجیل نخواهد نمود.
16Διατοῦτο οὕτω λέγει κύριος Κύριος, Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ.
17وانصاف را ریسمان میگردانم و عدالت را ترازو وتگرگ ملجای دروغ را خواهد رفت و آبها ستر راخواهد برد.
17Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,
18و عهد شما با موت باطل خواهدشد و میثاق شما با هاویه ثابت نخواهد ماند وچون تازیانه شدید بگذرد شما از آن پایمال خواهید شد.
18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.
19هر وقت که بگذرد شما را گرفتارخواهد ساخت زیرا که هر بامداد هم در روز و هم در شب خواهد گذشت و فهمیدن اخبار باعث هیبت محض خواهد شد.»
19Ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς, πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.
20زیرا که بسترکوتاه تر است از آنکه کسی بر آن دراز شود ولحاف تنگ تر است از آنکه کسی خویشتن رابپوشاند.
20Μάθετε ἀκούειν στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι.
21زیرا خداوند چنانکه در کوه فراصیم (کرد) خواهد برخاست و چنانکه در وادی جبعون (نمود) خشمناک خواهد شد، تا کار خودیعنی کار عجیب خود را بجا آورد و عمل خویش یعنی عمل غریب خویش را به انجام رساند.
21Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαὼν, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία.
22پس الان استهزا منمایید مبادا بندهای شمامحکم گردد، زیرا هلاکت و تقدیری را که ازجانب خداوند یهوه صبایوت بر تمامی زمین میآید شنیدهام.
22Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
23گوش گیرید و آواز مرا بشنوید و متوجه شده، کلام مرا استماع نمایید.
23Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.
24آیا برزگر، همه روز به جهت تخم پاشیدن شیار میکند و آیا همه وقت زمین خود را میشکافد و هموار مینماید؟
24Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν;
25آیا بعد از آنکه رویش را هموار کرد گشنیز رانمی پاشد و زیره را نمی افشاند و گندم را درشیارها و جو را در جای معین و ذرت را درحدودش نمی گذارد؟
25Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον, καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;
26زیرا که خدایش او را به راستی میآموزد و او را تعلیم میدهد.
26Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ.
27چونکه گشنیز با گردون تیز کوبیده نمی شود و چرخ ارابه بر زیره گردانیده نمی گردد، بلکه گشنیز به عصا وزیره به چوب تکانیده میشود.
27Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον
28گندم آردمی شود زیرا که آن را همیشه خرمن کوبی نمی کندو هرچند چرخ ارابه و اسبان خود را بر آن بگرداندآن را خرد نمی کند.
28μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγώ εἰμι ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.
29این نیز از جانب یهوه صبایوت که عجیب الرای و عظیم الحکمت است صادر میگردد.
29Καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθε τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.
Tip: use the ← and → keys to turn chapters.