پیدایش
Chapter 4
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و آدم، زن خود حوا را بشناخت و او حامله شده، قائن را زایید. و گفت: «مردی از یهوه حاصل نمودم.»
1Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.
2و بار دیگر برادر او هابیل رازایید. و هابیل گله بان بود، و قائن کارکن زمین بود.
2Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ· καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
3و بعد از مرور ایام، واقع شد که قائن هدیه‌ای ازمحصول زمین برای خداوند آورد.
3Καὶ ἐγένετο μεθʼ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ·
4و هابیل نیزاز نخست زادگان گله خویش و پیه آنها هدیه‌ای آورد. و خداوند هابیل و هدیه او را منظورداشت،
4Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν· καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ.
5اما قائن و هدیه او را منظور نداشت. پس خشم قائن به شدت افروخته شده، سر خود رابزیر افکند.
5Ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε· καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
6آنگاه خداوند به قائن گفت: «چراخشمناک شدی؟ و چرا سر خود را بزیرافکندی؟
6Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν, ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
7اگر نیکویی می‌کردی، آیا مقبول نمی شدی؟ و اگر نیکویی نکردی، گناه بر در، درکمین است و اشتیاق تو دارد، اما تو بر وی مسلطشوی.»
7Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσυχασον· πρός σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
8و قائن با برادر خود هابیل سخن گفت. و واقع شد چون در صحرا بودند، قائن بر برادر خودهابیل برخاسته او را کشت.
8Καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν.
9پس خداوند به قائن گفت: «برادرت هابیل کجاست؟» گفت: «نمی دانم، مگر پاسبان برادرم هستم؟»
9Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν, οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
10گفت: «چه کرده‌ای؟ خون برادرت از زمین نزد من فریادبرمی آورد!
10Καὶ εἶπε Κύριος, τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
11و اکنون تو ملعون هستی از زمینی که دهان خود را باز کرد تا خون برادرت را ازدستت فرو برد.
11Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου.
12هر گاه کار زمین کنی، هماناقوت خود را دیگر به تو ندهد. و پریشان و آواره در جهان خواهی بود.»
12Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἐσῃ ἐπὶ τῆς γῆς.
13قائن به خداوند گفت: «عقوبتم از تحملم زیاده است.
13Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεὸν, μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.
14اینک مراامروز بر روی زمین مطرود ساختی، و از روی تو پنهان خواهم بود. و پریشان و آواره درجهان خواهم بود و واقع می‌شود هر‌که مرایابد، مرا خواهد کشت.»
14Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
15خداوند به وی گفت: «پس هر‌که قائن را بکشد، هفت چندان انتقام گرفته شود.» و خداوند به قائن نشانی‌ای داد که هر‌که او را یابد، وی را نکشد.
15Καὶ εἴπεν αὐτῷ Κύριος ὁ Θεὸς, οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
16پس قائن از حضور خداوند بیرون رفت ودر زمین نود، بطرف شرقی عدن، ساکن شد.
16Ἐξῆλθεν δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.
17و قائن زوجه خود را شناخت. پس حامله شده، خنوخ را زایید. و شهری بنا می‌کرد، و آن شهر را به اسم پسر خود، خنوخ نام نهاد.
17Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν· καὶ ἐπῳνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
18وبرای خنوخ عیراد متولد شد، و عیراد، محویائیل را آورد، و محویائیل، متوشائیل را آورد، ومتوشائیل، لمک را آورد.
18Ἐγενήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
19و لمک، دو زن برای خود گرفت، یکی را عاده نام بود و دیگری را ظله.
19Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδά· καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά.
20و عاده، یابال را زایید. وی پدر خیمه نشینان وصاحبان مواشی بود.
20Καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.
21و نام برادرش یوبال بود. وی پدر همه نوازندگان بربط و نی بود.
21Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ, Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
22و ظله نیز توبل قائن را زایید، که صانع هر آلت مس وآهن بود. و خواهر توبل قائن، نعمه بود.
22Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ, Νοεμά.
23و لمک به زنان خود گفت: «ای عاده و ظله، قول مرابشنوید! ای زنان لمک، سخن مرا گوش گیرید! زیرا مردی را کشتم بسبب جراحت خود، وجوانی را بسبب ضرب خویش.
23Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλὰ, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.
24اگر برای قائن هفت چندان انتقام گرفته شود، هر آینه برای لمک، هفتاد و هفت چندان.»
24Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά.
25پس آدم بار دیگرزن خود را شناخت، و او پسری بزاد و او را شیث نام نهاد، زیرا گفت: «خدا نسلی دیگر به من قرارداد، به عوض هابیل که قائن او را کشت.»
25Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.
26وبرای شیث نیز پسری متولد شد و او را انوش نامید. در آنوقت به خواندن اسم یهوه شروع کردند.
26Καὶ τῷ Σὴθ ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἑνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Tip: use the ← and → keys to turn chapters.