حزقیال
Chapter 44
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و مرا به راه دروازه مقدس بیرونی که به سمت مشرق متوجه بود، باز آورد و آن بسته شده بود.
1Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη.
2و خداوند مرا گفت: «این دروازه بسته بماند و گشوده نشود وهیچ‌کس از آن داخل نشود زیرا که یهوه خدای اسرائیل از آن داخل شده، لهذا بسته بماند.
2Καὶ εἶπε Κύριος πρὸς μὲ, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ διʼ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.
3و اما رئیس، چونکه اورئیس است در آن به جهت خوردن غذا به حضور خداوند بنشیند و از راه رواق دروازه داخل شودو از همان راه بیرون رود.»
3Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.
4پس مرا از راه دروازه شمالی پیش روی خانه آورد و نگریستم و اینک جلال خداوند خانه خداوند را مملو ساخته بود و بروی خوددرافتادم.
4Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
5و خداوند مرا گفت: «ای پسر انسان دل خود را به هرچه تو را گویم درباره تمامی قانون های خانه خداوند و همه قواعدش مشغول ساز و به چشمان خود ببین و به گوشهای خودبشنو و دل خویش را به مدخل خانه و به همه مخرج های مقدس مشغول ساز.
5Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσί σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα τοῦ οἴκου Κυρίου, καὶ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου, κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ, ἐν πᾶσι τοῖς ἁγίοις.
6و به این متمردین یعنی به خاندان اسرائیل بگو: خداوندیهوه چنین می‌فرماید: ای خاندان اسرائیل ازتمامی رجاسات خویش باز ایستید.
6Καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος ὁ Θεὸς, ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραὴλ,
7زیرا که شما اجنبیان نامختون دل و نامختون گوشت راداخل ساختید تا در مقدس من بوده، خانه مراملوث سازند. و چون شما غذای من یعنی پیه وخون را گذرانیدید، ایشان علاوه بر همه رجاسات شما عهد مرا شکستند.
7τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς, ἀπεριτμήτους καρδίᾳ· καὶ ἀπεριτμήτους σαρκὶ, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ βεβηλοῦν αὐτὰ, ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, σάρκας, καὶ αἷμα· καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,
8و شما ودیعت اقداس مرا نگاه نداشتید، بلکه کسان به جهت خویشتن تعیین نمودید تا ودیعت مرا در مقدس من نگاه دارند.
8καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου.
9«خداوند یهوه چنین می‌فرماید: هیچ شخص غریب نامختون دل و نامختون گوشت از همه غریبانی که در میان بنی‌اسرائیل باشند به مقدس من داخل نخواهد شد.
9Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς, πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ, καὶ ἀπερίτμητος σαρκὶ, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν, τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ·
10بلکه آن لاویان نیز که در حین آواره شدن بنی‌اسرائیل از من دوری ورزیده، از عقب بتهای خویش آواره گردیدند، متحمل گناه خود خواهند شد،
10Ἀλλʼ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήψονται ἀδικίαν αὐτῶν,
11زیرا خادمان مقدس من و مستحفظان دروازه های خانه و ملازمان خانه هستند و ایشان قربانی های سوختنی و ذبایح قوم را ذبح می‌نمایند و به حضور ایشان برای خدمت ایشان می‌ایستند.
11καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες, θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου, καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ, τοῦ λειτουργεῖν αὐτοῖς.
12واز این جهت که به حضور بتهای خویش ایشان راخدمت نمودند و برای خاندان اسرائیل سنگ مصادم گناه شدند. بنابراین خداوند یهوه می‌گوید: دست خود را به ضد ایشان برافراشتم که متحمل گناه خود خواهند شد.
12Ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν· καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ Θεὸς,
13و به من نزدیک نخواهند آمد و به کهانت من نخواهند پرداخت وبه هیچ‌چیز مقدس در قدس‌الاقداس نزدیک نخواهند آمد، بلکه خجالت خویش و رجاسات خود را که بعمل آوردند متحمل خواهند شد.
13καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν.
14لیکن ایشان را به جهت تمامی خدمت خانه وبرای هر کاری که در آن کرده می‌شود، مستحفظان ودیعت آن خواهم ساخت.
14Κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν.
15«لیکن لاویان کهنه از بنی صادوق که درحینی که بنی‌اسرائیل از من آواره شدند ودیعت مقدس مرا نگاه داشتند، خداوند یهوه می‌گوید که ایشان به جهت خدمت من نزدیک خواهند آمد وبه حضور من ایستاده پیه و خون را برای من خواهند گذرانید.
15Οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδοὺκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου, ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσι πρὸς μὲ, τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου, τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.
16و ایشان به مقدس من داخل خواهند شد و به جهت خدمت من به خوان من نزدیک خواهند آمد و ودیعت مرا نگاه خواهندداشت.
16Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσι τὰς φυλακάς μου.
17و هنگامی که به دروازه های صحن اندرونی داخل شوند لباس کتانی خواهند پوشیدو چون در دروازه های صحن اندرونی و در خانه مشغول خدمت باشند، هیچ لباس پشمین نپوشند.
17Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινὰς ἐνδύσονται, καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς.
18عمامه های کتانی بر سر ایشان وزیرجامه کتانی بر کمرهای ایشان باشد و هیچ چیزی که عرق آورد در بر نکنند.
18Καὶ κιδάρεις λινὰς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινὰ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.
19و چون به صحن بیرونی یعنی به صحن بیرونی نزد قوم بیرون روند، آنگاه لباس خویش را که در آن خدمت می‌کنند بیرون کرده، آن را در حجره های مقدس بگذارند و به لباس دیگر ملبس شوند وقوم را در لباس خویش تقدیس ننمایند.
19Καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν, ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς· καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐνδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.
20وایشان سر خود را نتراشند و گیسوهای بلندنگذارند بلکه موی سر خود را بچینند.
20Καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντε καλύψουσιν τὰς κεφαλὰς αὐτῶν.
21و کاهن وقت درآمدنش در صحن اندرونی شراب ننوشد.
21Καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν.
22و زن بیوه یا مطلقه را به زنی نگیرند، بلکه باکره‌ای که از ذریت خاندان اسرائیل باشد یابیوه‌ای را که بیوه کاهن باشد بگیرند.
22Καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται.
23و فرق میان مقدس و غیرمقدس را به قوم من تعلیم دهندو تشخیص میان طاهر و غیرطاهر را به ایشان اعلام نمایند.
23Καὶ τὸν λαόν μου διδάξουσιν ἀναμέσον ἁγίου καὶ βεβήλου, καὶ ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς.
24و چون در مرافعه‌ها به جهت محاکمه بایستند، بر‌حسب احکام من داوری بنمایند و شرایع و فرایض مرا در جمیع مواسم من نگاه دارند و سبت های مرا تقدیس نمایند.
24Καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι, καὶ τὰ κρίματά μου κρινοῦσι, καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται, καὶ τὰ σάββατά μου ἁγιάσουσι.
25واحدی از ایشان به میته آدمی نزدیک نیامده، خویشتن را نجس نسازد مگر اینکه به جهت پدریا مادر یا پسر یا دختر یا برادر یا خواهری که شوهر نداشته باشد، جایز است که خویشتن رانجس سازد.
25Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλʼ ἢ ἐπὶ πατρὶ, καὶ ἐπὶ μητρὶ, καὶ ἐπὶ υἱῷ, καὶ ἐπὶ θυγατρὶ, καὶ ἐπὶ ἀδελφῷ, καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρὶ, μιανθήσεται.
26و بعد از آنکه طاهر شود هفت روز برای وی بشمارند.
26Καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν, ἑπτὰ ἡμέρας ἐξαριθμήσῃ αὐτῷ.
27و خداوند یهوه می‌فرماید در روزی که به صحن اندرونی قدس داخل شود تا در قدس خدمت نماید آنگاه قربانی گناه خود را بگذراند.
27Καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμὸν, λέγει Κύριος ὁ Θεός·
28«و ایشان را نصیبی خواهد بود. من نصیب ایشان خواهم بود. پس ایشان را در میان اسرائیل ملک ندهید زیرا که من ملک ایشان خواهم بود.
28Καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν.
29و ایشان هدایای آردی و قربانی های گناه وقربانی های جرم را بخورند و همه موقوفات اسرائیل از آن ایشان خواهد بود.
29Καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας, οὗτοι φάγονται· καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται,
30و اول تمامی نوبرهای همه‌چیز و هر هدیه‌ای از همه‌چیزها ازجمیع هدایای شما از آن کاهنان خواهد بود وخمیر اول خود را به کاهن بدهید تا برکت بر خانه خود فرود آورید.
30ἀπαρχαὶ πάντων, καὶ τὰ πρωτότοκα πάντων, καὶ τὰ ἀφαιρέματα πάντα· ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν, τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν.
31و کاهن هیچ میته یا دریده شده‌ای را از مرغ یا بهایم نخورد.
31Καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν, καὶ ἐκ τῶν κτηνῶν, οὐ φάγονται οἱ ἱερεῖς.

Tip: use the ← and → keys to turn chapters.