خروج
Chapter 28
Old Persian Version (ترج…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1«و تو برادر خود، هارون و پسرانش را با وی از میان بنی‌اسرائیل نزد خودبیاور تا برای من کهانت بکند، یعنی هارون وناداب و ابیهو و العازار و ایتامار، پسران هارون.
1ΚΑΙ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὺς Ἀαρών.
2ورختهای مقدس برای برادرت، هارون، بجهت عزت و زینت بساز.
2καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν.
3و تو به جمیع دانادلانی که ایشان را به روح حکمت پر ساخته‌ام، بگو که رختهای هارون را بسازند برای تقدیس کردن او تابرای من کهانت کند.
3καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησαν πνεύματος σοφίας καὶ αἰσθήσεως, καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι.
4و رختهایی که می‌سازنداین است: سینه بند و ایفود و ردا و پیراهن مطرز وعمامه و کمربند. این رختهای مقدس را برای برادرت هارون و پسرانش بسازند تا بجهت من کهانت کند.
4καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.
5و ایشان طلا و لاجورد و ارغوان وقرمز و کتان نازک را بگیرند،
5καὶ αὐτοὶ λήψονται τὸ χρυσίον καὶ τὸν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον.
6«و ایفود را از طلا و لاجورد و ارغوان و قرمزو کتان نازک تابیده شده، از صنعت نساج ماهربسازند.
6καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ·
7و دو کتفش را بر دو کناره‌اش بپیوندند تاپیوسته شود.
7δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι·
8و زنار ایفود که برآن است، ازهمان صنعت و از همان پارچه باشد، یعنی از طلاو لاجورد و ارغوان و قرمز و کتان نازک تابیده شده.
8καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ὅ ἐστιν ἐπ᾿ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης·
9و دو سنگ جزع بگیر و نامهای بنی‌اسرائیل را بر آنها نقش کن.
9καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ,
10شش نام ایشان را بر یک سنگ و شش نام باقی ایشان را بر سنگ دیگر موافق تولد ایشان.
10ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν.
11از صنعت نقاش سنگ مثل نقش خاتم نامهای بنی‌اسرائیل را بر هردو سنگ نقش نما و آنها را در طوقهای طلا نصب کن.
11ἔργον λιθουργικῆς τέχνης, γλύμμα σφραγῖδος, διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ.
12و آن دو سنگ را بر کتفهای ایفود بگذار تاسنگهای یادگاری برای بنی‌اسرائیل باشد، وهارون نامهای ایشان را بر دو کتف خود، بحضور خداوند برای یادگاری بردارد.
12καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.
13و دو طوق ازطلا بساز.
13καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ·
14و دو زنجیر از طلای خالص بسازمثل طناب بهم پیچیده شده، و آن دو زنجیر بهم پیچیده شده را در طوقها بگذار.
14καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.
15«و سینه بند عدالت را از صنعت نساج ماهر، موافق کار ایفود بساز و آن را از طلا و لاجورد وارغوان و قرمز و کتان نازک تابیده شده بساز.
15καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ρυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό.
16ومربع و دولا باشد، طولش یک وجب و عرضش یک وجب.
16τετράγωνον ἔσται, διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ καὶ σπιθαμῆς τὸ εὖρος.
17و آن را به ترصیع سنگها، یعنی به چهار رسته از سنگها مرصع کن که رسته اول عقیق احمر و یاقوت اصفر و زمرد باشد،
17καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον. στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς·
18و رسته دوم بهرمان و یاقوت کبود و عقیق سفید،
18καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·
19ورسته سوم عین الهر و یشم و جمشت،
19καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης καὶ ἀμέθυστος·
20و رسته چهارم زبرجد و جزع و یشب. و آنها دررسته های خود با طلا نشانده شود.
20καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ, ἔστωσαν κατὰ στίχον αὐτῶν.
21و سنگهاموافق نامهای بنی‌اسرائیل مطابق اسامی ایشان، دوازده باشد، مثل نقش خاتم، و هر یک برای دوازده سبط موافق اسمش باشد.
21καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα, ἔστωσαν εἰς δεκαδύο φυλάς.
22و بر سینه بند، زنجیرهای بهم پیچیده شده، مثل طناب از طلای خالص بساز.
22καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ.
23و بر سینه بند، دو حلقه از طلابساز و آن دو حلقه را بر دو طرف سینه بند بگذار.
23καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον, μνημόσυνον ἐναντίον τοῦ Θεοῦ.
24و آن دو زنجیر طلا را بر آن دو حلقه‌ای که برسر سینه بند است بگذار.
24καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπ᾿ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις
25و دو سر دیگر آن دوزنجیر را در آن دو طوق ببند و بر دو کتف ایفودبطرف پیش بگذار.
25καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ᾿ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.
26و دو حلقه زرین بساز و آنهارا بر دو سر سینه بند، به کنار آن که بطرف اندرون ایفود است، بگذار.
26καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου. καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός.
27و دو حلقه دیگر زرین بسازو آنها را بر دو کتف ایفود از پایین بجانب پیش، دربرابر پیوستگی آن، بر زبر زنار ایفود بگذار.
27καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον.
28وسینه بند را به حلقه هایش بر حلقه های ایفود به نوار لاجورد ببندند تا بالای زنار ایفود باشد و تاسینه بند از ایفود جدا نشود.
28καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ραγῇ.
29و هارون نامهای بنی‌اسرائیل را بر سینه بند عدالت بر دل خود، وقتی که به قدس داخل شود، به حضور خداوندبجهت یادگاری دائم بردارد.
29καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ρόας ροΐσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπί τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ροΐσκους χρυσοῦς καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ·
30و اوریم و تمیم را در سینه بند عدالت بگذار تا بر دل هارون باشد، وقتی که به حضور خداوند بیاید، و عدالت بنی‌اسرائیل را بر دل خود بحضور خداوند دائم متحمل شود.
30παρὰ ροΐσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ.
31«و ردای ایفود را تمام از لاجورد بساز.
31καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.
32و شکافی برای سر، در وسطش باشد. و حاشیه گرداگرد شکافش از کار نساج مثل گریبان زره، تادریده نشود.
32καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος Ἁγίασμα Κυρίου.
33و در دامنش، انارها بساز ازلاجورد و ارغوان و قرمز، گرداگرد دامنش، وزنگوله های زرین در میان آنها به هر طرف.
33καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης, καὶ ἔσται ἐπί τῆς μίτρας· κατά πρόσωπον τῆς μίτρας ἔσται.
34زنگوله زرین و اناری و زنگوله زرین و اناری گرداگرد دامن ردا.
34καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών, καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραήλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντός, δεκτὸν αὐτοῖς ἔναντι Κυρίου.
35و در بر هارون باشد، هنگامی که خدمت می‌کند، تا آواز آنها شنیده شود، هنگامی که در قدس بحضور خداوند داخل می‌شود و هنگامی که بیرون می‌آید تا نمیرد.
35καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ.
36وتنکه از طلای خالص بساز و بر آن مثل نقش خاتم قدوسیت برای یهوه نقش کن.
36καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.
37و آن را به نوارلاجوردی ببند تا بر عمامه باشد، بر پیشانی عمامه خواهد بود.
37καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι.
38و بر پیشانی هارون باشد تا هارون گناه موقوفاتی که بنی‌اسرائیل وقف می‌نمایند، درهمه هدایای مقدس ایشان متحمل شود. و آن دائم بر پیشانی او باشد تا بحضور خداوند مقبول شوند.
38καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται.
39و پیراهن کتان نازک را بباف و عمامه‌ای از کتان نازک بساز و کمربندی از صنعت طرازبساز.
39καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ υἱοὶ αὐτοῦ, ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρός ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.
40و برای پسران هارون پیراهنها بساز و بجهت ایشان کمربندها بساز و برای ایشان عمامه‌ها بساز بجهت عزت و زینت.
no verse 40 in this text
41و برادرخود هارون و پسرانش را همراه او به آنها آراسته کن، و ایشان را مسح کن و ایشان را تخصیص وتقدیس نما تا برای من کهانت کنند.
no verse 41 in this text
42و زیرجامه های کتان برای ستر عورت ایشان بساز که ازکمر تا ران برسد،
no verse 42 in this text
43و بر هارون و پسرانش باشد، هنگامی که به خیمه اجتماع داخل شوند یا نزدمذبح آیند تا در قدس خدمت نمایند، مبادامتحمل گناه شوند و بمیرند. این برای وی و بعد ازاو برای ذریتش فریضه ابدی است.
no verse 43 in this text

Tip: use the ← and → keys to turn chapters.