تثنیه 5
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1و موسی تمامی بنیاسرائیل را خوانده، به ایشان گفت: ای اسرائیل فرایض و احکامی را که من امروز به گوش شما میگویم بشنوید، تاآنها را یاد گرفته، متوجه باشید که آنها را بجاآورید.
1ΚΑΙ ἐκάλεσε Μωυσῆς πάντα Ἰσραήλ, καὶ εἶπε πρὸς αὐτούς· ἄκουε, Ἰσραήλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά.
2یهوه خدای ما با ما در حوریب عهدبست.
2Κύριος ὁ Θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ·
3خداوند این عهد را با پدران ما نبست، بلکه با ما که جمیع امروز در اینجا زنده هستیم.
3οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλ᾿ ἢ πρὸς ὑμᾶς, ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον·
4خداوند در کوه از میان آتش با شما روبرومتکلم شد.
4πρόσωπον κατὰ πρόσωπον ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός,
5(من در آن وقت میان خداوند و شماایستاده بودم، تا کلام خداوند را برای شما بیان کنم، زیرا که شما بهسبب آتش میترسیدید و به فراز کوه برنیامدید) و گفت:
5κἀγὼ εἱστήκειν ἀνὰ μέσον Κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ρήματα Κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων·
6«من هستم یهوه، خدای تو، که تو را از زمین مصر از خانه بندگی بیرون آوردم.
6ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
7تو را به حضور من خدایان دیگر نباشند.
7οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου.
8«به جهت خود صورت تراشیده یا هیچ تمثالی از آنچه بالا در آسمان، یا از آنچه پایین درزمین، یا از آنچه در آبهای زیر زمین است مساز.
8οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
9آنها را سجده و عبادت منما. زیرا من که یهوه خدای تو هستم، خدای غیورم، و گناه پدران را برپسران تا پشت سوم و چهارم از آنانی که مرادشمن دارند، میرسانم.
9οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.
10و رحمت میکنم تاهزار پشت برآنانی که مرا دوست دارند و احکام مرا نگاه دارند.
10καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.
11«نام یهوه خدای خود را به باطل مبر، زیراخداوند کسی را که نام او را به باطل برد، بیگناه نخواهد شمرد.
11οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
12«روز سبت را نگاه دار و آن را تقدیس نما، چنانکه یهوه خدایت به تو امر فرموده است.
12φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου.
13شش روز مشغول باش و هرکار خود را بکن.
13ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
14اما روز هفتمین سبت یهوه خدای توست، درآن هیچکاری مکن، تو و پسرت و دخترت وغلامت و کنیزت و گاوت و الاغت و همه بهایمت و مهمانت که در اندرون دروازه های تو باشد، تاغلامت و کنیزت مثل تو آرام گیرند.
14τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος ὁ παροικῶν ἐν σοί, ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ τὸ ὑποζύγιόν σου, ὥσπερ καὶ σύ·
15و بیاد آورکه در زمین مصر غلام بودی، و یهوه خدایت تو رابهدست قوی و بازوی دراز از آنجا بیرون آورد، بنابراین یهوه، خدایت، تو را امر فرموده است که روز سبت را نگاه داری.
15καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέ σε Κύριος ὁ Θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, διὰ τοῦτο συνέταξέ σοι Κύριος ὁ Θεός σου, ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν.
16«پدر و مادر خود را حرمت دار، چنانکه یهوه خدایت تو را امر فرموده است، تا روزهایت دراز شود و تو را در زمینی که یهوه خدایت به تومی بخشد، نیکویی باشد.
16τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
17«قتل مکن.
17οὐ φονεύσεις.
18و زنا مکن.
18οὐ μοιχεύσεις.
19و دزدی مکن.
19οὐ κλέψεις.
20و بر همسایه خود شهادت دروغ مده.
20οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.
21وبرزن هسمایه ات طمع مورز، و به خانه همسایه ات و به مزرعه او و به غلامش و کنیزش وگاوش و الاغش و به هرچه از آن همسایه توباشد، طمع مکن.»
21οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε πάντα ὅσα τῷ πλησίον σού ἐστι.
22این سخنان را خداوند به تمامی جماعت شما در کوه از میان آتش و ابر و ظلمت غلیظ به آواز بلند گفت، و بر آنها چیزی نیفزود و آنها را بردو لوح سنگ نوشته، به من داد.
22Ταῦτα τὰ ρήματα ἐλάλησε Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκε· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέ μοι.
23و چون شما آن آواز را از میان تاریکی شنیدید، و کوه به آتش میسوخت، شما با جمیع روسای اسباط ومشایخ خود نزد من آمده،
23καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν,
24گفتید: اینک یهوه، خدای ما، جلال و عظمت خود را بر ما ظاهرکرده است، و آواز او را از میان آتش شنیدیم، پس امروز دیدیم که خدا با انسان سخن میگوید وزنده است.
24καὶ ἐλέγετε· ἰδοὺ ἔδειξεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ Θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται.
25و اما الان چرا بمیریم زیرا که این آتش عظیم ما را خواهد سوخت، اگر آواز یهوه خدای خود را دیگر بشنویم، خواهیم مرد.
25καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα·
26زیرا از تمامی بشر کیست که مثل ما آوازخدای حی را که از میان آتش سخن گوید، بشنودو زنده ماند؟
26τίς γὰρ σάρξ, ἥτις ἤκουσε φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὡς ἡμεῖς, καὶ ζήσεται;
27تو نزدیک برو و هرآنچه یهوه خدای ما بگوید، بشنو و هرآنچه یهوه خدای مابه تو بگوید برای ما بیان کن، پس خواهیم شنید وبه عمل خواهیم آورد.
27πρόσελθε σὺ καὶ ἄκουσον πάντα, ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα, ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.
28و خداوند آواز سخنان شما را که به من گفتید شنید، و خداوند مرا گفت: «آواز سخنان این قوم را که به تو گفتند، شنیدم؛ هرچه گفتندنیکو گفتند.
28καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπε Κύριος πρός με· ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρός σε· ὀρθῶς πάντα, ὅσα ἐλάλησαν.
29کاش که دلی را مثل این داشتند تااز من میترسیدند، و تمامی اوامر مرا در هر وقت بجا میآوردند، تا ایشان را و فرزندان ایشان را تابه ابد نیکو باشد.
29τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι᾿ αἰῶνος;
30برو و ایشان را بگو به خیمه های خود برگردید.
30βάδισον, εἰπὸν αὐτοῖς· ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν·
31و اما تو در اینجاپیش من بایست، تا جمیع اوامر و فرایض واحکامی را که میباید به ایشان تعلیم دهی به توبگویم، و آنها را در زمینی که من به ایشان میدهم تا در آن تصرف نمایید، بجا آورند.»
31σὺ δὲ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα διδάξεις αὐτούς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ, ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.
32«پس توجه نمایید تا آنچه یهوه، خدای شما، به شما امر فرموده است، به عمل آورید، وبه راست و چپ انحراف منمایید.
32καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,
33در تمامی آن طریقی که یهوه، خدای شما، به شما امرفرموده است، سلوک نمایید، تا برای شما نیکوباشد و ایام خود را در زمینی که به تصرف خواهیدآورد، طویل نمایید.
33κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἣν κληρονομήσετε.
Tip: use the ← and → keys to turn chapters.