کارهای رسولان 16
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
SBL Greek New Testament
1و به دربه و لستره آمد که اینک شاگردی تیموتاوس نام آنجا بود، پسر زن یهودیه مومنه لیکن پدرش یونانی بود.
1Κατήντησεν δὲ ⸀καὶ εἰς Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
2که برادران در لستره و ایقونیه بر او شهادت میدادند.
2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν·
3چون پولس خواست او همراه وی بیاید، او راگرفته مختون ساخت، بهسبب یهودیانی که در آن نواحی بودند زیرا که همه پدرش را میشناختندکه یونانی بود.
3τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν.
4و در هر شهری که میگشتند، قانونها را که رسولان و کشیشان در اورشلیم حکم فرموده بودند، بدیشان میسپردند تا حفظ نمایند.
4ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις.
5پس کلیساها در ایمان استوار میشدند و روزبروز در شماره افزوده میگشتند.
5αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
6و چون از فریجیه و دیار غلاطیه عبورکردند، روحالقدس ایشان را از رسانیدن کلام به آسیا منع نمود.
6⸀Διῆλθον δὲ τὴν Φρυγίαν ⸀καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7پس به میسیا آمده، سعی نمودندکه به بطینیا بروند، لیکن روح عیسی ایشان رااجازت نداد.
7ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ·
8و از میسیا گذشته به ترواس رسیدند.
8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9شبی پولس را رویایی رخ نمود که شخصی از اهل مکادونیه ایستاده بود التماس نموده گفت: «به مکادونیه آمده، ما را امداد فرما.»
9καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10چون اینرویا را دید، بیدرنگ عازم سفرمکادونیه شدیم، زیرا به یقین دانستیم که خداوندما را خوانده است تا بشارت بدیشان رسانیم.
10ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς.
11پس از ترواس به کشتی نشسته، به راه مستقیم به ساموتراکی رفتیم و روز دیگر به نیاپولیس.
11Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃,
12و از آنجا به فیلپی رفتیم که شهر اول ازسرحد مکادونیه و کلونیه است و در آن شهرچندروز توقف نمودیم.
12⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
13و در روز سبت از شهربیرون شده و به کنار رودخانه جایی که نماز می گذاردند، نشسته با زنانی که در آنجا جمع میشدند سخن راندیم.
13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
14و زنی لیدیه نام، ارغوان فروش، که از شهر طیاتیرا و خداپرست بود، میشنید که خداوند دل او را گشود تا سخنان پولس را بشنود.
14καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου.
15و چون او و اهل خانهاش تعمید یافتند، خواهش نموده، گفت: «اگر شما رایقین است که به خداوند ایمان آوردم، به خانه من درآمده، بمانید.» و ما را الحاح نمود.
15ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
16و واقع شد که چون ما به محل نمازمی رفتیم، کنیزی که روح تفال داشت و ازغیب گویی منافع بسیار برای آقایان خود پیدامی نمود، به ما برخورد.
16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
17و از عقب پولس و ماآمده، ندا کرده، میگفت که «این مردمان خدام خدای تعالی میباشند که شما را از طریق نجات اعلام مینمایند.»
17αὕτη ⸀κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν ὁδὸν σωτηρίας.
18و چون این کار را روزهای بسیار میکرد، پولس دلتنگ شده، برگشت و به روح گفت: «تو را میفرمایم به نام عیسی مسیح ازاین دختر بیرون بیا.» که در ساعت از او بیرون شد.
18τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19اما چون آقایانش دیدند که از کسب خودمایوس شدند، پولس و سیلاس را گرفته، در بازارنزد حکام کشیدند.
19Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20و ایشان را نزد والیان حاضرساخته، گفتند: «این دو شخص شهر ما را به شورش آوردهاند و از یهود هستند،
20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
21و رسومی را اعلام مینمایند که پذیرفتن و بهجا آوردن آنهابر ما که رومیان هستیم، جایز نیست.»
21καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
22پس خلق بر ایشان هجوم آوردند و والیان جامه های ایشان را کنده، فرمودند ایشان را چوب بزنند.
22καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
23و چون ایشان را چوب بسیار زدند، به زندان افکندند و داروغه زندان را تاکید فرمودند که ایشان را محکم نگاه دارد.
23πολλάς ⸀τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24و چون او بدینطورامر یافت، ایشان را به زندان درونی انداخت وپایهای ایشان را در کنده مضبوط کرد.
24ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν⸃ εἰς τὸ ξύλον.
25اما قریب به نصف شب، پولس و سیلاس دعا کرده، خدا را تسبیح میخواندند و زندانیان ایشان را میشنیدند.
25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
26که ناگاه زلزلهای عظیم حادث گشت بحدی که بیناد زندان به جنبش درآمد و دفعه همه درها باز شد و زنجیرها از همه فرو ریخت.
26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27اما داروغه بیدار شده، چون درهای زندان را گشوده دید، شمشیر خود راکشیده، خواست خود را بکشد زیرا گمان برد که زندانیان فرار کردهاند.
27ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28اما پولس به آواز بلندصدا زده، گفت: «خود را ضرری مرسان زیرا که ماهمه در اینجا هستیم.»
28ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29پس چراغ طلب نموده، به اندرون جست و لرزان شده، نزد پولس وسیلاس افتاد.
29αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ,
30و ایشان را بیرون آورده، گفت: «ای آقایان، مرا چه باید کرد تا نجات یابم؟»
30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31گفتند: «به خداوند عیسی مسیح ایمان آور که تو و اهل خانه ات نجات خواهید یافت.»
31οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32آنگاه کلام خداوند را برای او وتمامی اهل بیتش بیان کردند.
32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33پس ایشان را برداشته، در همان ساعت شب زخمهای ایشان را شست و خود و همه کسانش فی الفور تعمید یافتند.
33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα,
34و ایشان را به خانه خود درآورده، خوانی پیش ایشان نهاد و باتمامی عیال خود به خدا ایمان آورده، شادگردیدند.
34ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
35اما چون روز شد، والیان فراشان فرستاده، گفتند: «آن دو شخص را رها نما.»
35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36آنگاه داروغه پولس را از این سخنان آگاهانیدکه «والیان فرستادهاند تا رستگار شوید. پس الان بیرون آمده، به سلامتی روانه شوید.»
36ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37لیکن پولس بدیشان گفت: «ما را که مردمان رومی میباشیم، آشکارا و بیحجت زده، به زندان انداختند. آیا الان ما را به پنهانی بیرون مینمایند؟ نی بلکه خود آمده، ما را بیرون بیاورند.
37ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν.
38پس فراشان این سخنان را به والیان گفتند و چون شنیدند که رومی هستند بترسیدند
38⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
39و آمده، بدیشان التماس نموده، بیرون آوردندو خواهش کردند که از شهر بروند.
39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως.
40آنگاه اززندان بیرون آمده، به خانه لیدیه شتافتند و بابرادران ملاقات نموده و ایشان را نصیحت کرده، روانه شدند.
40ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν.
Tip: use the ← and → keys to turn chapters.