دوم پادشاهان 6
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و پسران انبیا به الیشع گفتند که «اینک مکانی که در حضور تو در آن ساکنیم، برای ما تنگ است.
1Καὶ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς Ἐλισαιὲ, ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφʼ ἡμῶν.
2پس به اردن برویم و هریک چوبی از آنجا بگیریم و مکانی برای خود در آنجابسازیم تا در آن ساکن باشیم.» او گفت: «بروید.»
2Πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου, καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ· καὶ εἶπε, δεῦτε.
3و یکی از ایشان گفت: «مرحمت فرموده، همراه بندگانت بیا.» او جواب داد که «میآیم.»
3Καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν, ἐγὼ πορεύσομαι.
4پس همراه ایشان روانه شد و چون به اردن رسیدند، چوبها را قطع نمودند.
4Καὶ ἐπορεύθη μετʼ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα.
5و هنگامی که یکی ازایشان تیر را میبرید، آهن تبر در آب افتاد و اوفریاد کرده، گفت: «آهای آقایم زیرا که عاریه بود.»
5Καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκὸν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ, καὶ ἐβόησεν, ὤ κύριε, καὶ αὐτὸ κεκρυμμένον.
6پس مرد خدا گفت: «کجا افتاد؟» و چون جا را به وی نشان داد، او چوبی بریده، در آنجاانداخت و آهن را روی آب آورد.
6Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον.
7پس گفت: «برای خود بردار.» پس دست خود را دراز کرده، آن را گرفت.
7Καὶ εἴρηκεν, ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβεν αὐτό.
8و پادشاه ارام با اسرائیل جنگ میکرد و با بندگان خود مشورت کرده، گفت: «در فلان جااردوی من خواهد بود.»
8Καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ· καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ, λέγων, εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ.
9اما مرد خدا نزد پادشاه اسرائیل فرستاده، گفت: «با حذر باش که از فلان جا گذر نکنی زیرا که ارامیان به آنجا نزول کردهاند.»
9Καὶ ἀπέστειλεν Ἐλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.
10و پادشاه اسرائیل به مکانی که مردخدا او را خبر داد و وی را از آن انذار نمود، فرستاده، خود را از آنجا نه یکبار و نه دو بارمحافظت کرد.
10Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ἐλισαιὲ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.
11و دل پادشاه ارام از این امر مضطرب شد وخادمان خود را خوانده، به ایشان گفت: «آیا مراخبر نمی دهید که کدام از ما به طرف پادشاه اسرائیل است؟»
11Καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου· καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ εἶπε πρὸς αὐτοὺς, οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ;
12و یکی از خادمانش گفت: «ای آقایم چنین نیست، بلکه الیشع نبی که دراسرائیل است، پادشاه اسرائیل را از سخنی که درخوابگاه خود میگویی، مخبر میسازد.»
12Καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ, οὐχί κύριέ μου βασιλεῦ, ὅτι Ἐλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῳ τοῦ κοιτῶνός σου.
13اوگفت: «بروید و ببینید که او کجاست، تا بفرستم واو را بگیرم.» پس او را خبر دادند که اینک دردوتان است.
13Καὶ εἶπε, δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἰδοὺ ἐν Δωθαΐμ.
14پس سواران و ارابهها و لشکرعظیمی بدانجا فرستاد و ایشان وقت شب آمده، شهر را احاطه نمودند.
14Καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
15و چون خادم مرد خداصبح زود برخاسته، بیرون رفت. اینک لشکری باسواران و ارابهها شهر را احاطه نموده بودند. پس خادمش وی را گفت: «آهای آقایم چه بکنیم؟»
15Καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἐλισαιὲ ἀναστῆναι, καὶ ἐξῆλθε· καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν, καὶ ἵππος καὶ ἅρμα· καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτὸν, ὦ κύριε, πῶς ποιήσομεν;
16او گفت: «مترس زیرا آنانی که با مایند از آنانی که با ایشانند بیشترند.»
16Καὶ εἶπεν Ἐλισαιὲ, μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθʼ ἡμῶν ὑπὲρ τοὺς μετʼ αὐτῶν.
17و الیشع دعا کرده، گفت: «ای خداوند چشمان او را بگشا تا ببیند.» پس خداوند چشمان خادم را گشود و او دید که اینک کوههای اطراف الیشع از سواران وارابه های آتشین پر است.
17Καὶ προσηύξατο Ἐλισαιὲ, καὶ εἶπε, Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισαιέ.
18و چون ایشان نزدوی فرود شدند الیشع نزد خداوند دعا کرده، گفت: «تمنا اینکه این گروه را به کوری مبتلاسازی.» پس ایشان را به موجب کلام الیشع به کوری مبتلا ساخت.
18Καὶ κατέβησαν πρὸς αὐτόν· καὶ προσηύξατο πρὸς Κύριον, καὶ εἶπε, πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ.
19و الیشع، ایشان را گفت: «راه این نیست و شهر این نیست. از عقب من بیاییدو شما را به کسیکه میطلبید، خواهم رسانید.» پس ایشان را به سامره آورد.
19Καὶ εἶπε πρὸς αὐτοὺς Ἑλισαιὲ, οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.
20و هنگامی که وارد سامره شدند، الیشع گفت: «ای خداوند چشمان ایشان را بگشا تاببینند.» پس خداوند چشمان ایشان را گشود ودیدند که اینک در سامره هستند.
20Καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἑλισαιὲ, ἄνοιξον δή Κύριε τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδου· καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας.
21آنگاه پادشاه اسرائیل چون ایشان را دید، به الیشع گفت: «ای پدرم آیا بزنم؟ آیا بزنم؟»
21Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ πρὸς Ἑλισαιὲ, ὡς εἶδεν αὐτοὺς, εἰ πατάξας πατάξω, πάτερ;
22او گفت: «مزن آیاکسانی را که به شمشیر و کمان خود اسیر کردهای، خواهی زد؟ نان و آب پیش ایشان بگذار تابخورند و بنوشند و نزد آقای خود بروند.»
22Καὶ εἶπεν, Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν, καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν.
23پس ضیافتی بزرگ برای ایشان برپا کرد و چون خوردند و نوشیدند، ایشان را مرخص کرد که نزدآقای خویش رفتند. و بعد از آن، فوجهای ارام دیگر به زمین اسرائیل نیامدند.
23Καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτοὺς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν· καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ.
24و بعد از این، واقع شد که بنهدد، پادشاه ارام، تمام لشکر خود را جمع کرد و برآمده، سامره را محاصره نمود.
24Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἤθροισεν υἱὸς Ἅδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ, καὶ ἀνέβη, καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν.
25و قحطی سخت درسامره بود و اینک آن را محاصره نموده بودند، به حدی که سر الاغی به هشتاد پاره نقره و یک ربع قاب جلغوزه، به پنج پاره نقره فروخته میشد.
25Καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ· καὶ ἰδοὺ περιεκάθηντο ἐπʼ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου.
26و چون پادشاه اسرائیل بر باره گذر مینمود، زنی نزد وی فریاد برآورده، گفت: «ای آقایم پادشاه، مدد کن.»
26Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος ἐπὶ τοῦ τείχους· καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα, Σῶσον κύριε βασιλεῦ.
27او گفت: «اگر خداوند تو رامدد نکند، من از کجا تو را مدد کنم؟ آیا از خرمن یا از چرخشت؟»
27Καὶ εἶπεν αὐτῇ, μὴ σὲ σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ;
28پس پادشاه او را گفت: «تو راچه شد؟» او عرض کرد: «این زن به من گفت: پسرخود را بده تا امروز او را بخوریم و پسر مرا فردا خواهیم خورد.
28Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, τί ἐστι σοι; καὶ εἶπεν ἡ γυνή, αὕτη εἶπε πρὸς μέ, δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον.
29پس پسر مرا پختیم و خوردیم و روز دیگر وی را گفتم: پسرت را بده تا او رابخوریم اما او پسر خود را پنهان کرد.»
29Καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτὸν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψε τὸν υἱὸν αὐτῆς.
30و چون پادشاه سخن زن را شنید، رخت خود را بدرید واو بر باره میگذشت و قوم دیدند که اینک در زیرلباس خود پلاس دربر داشت.
30Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς λόγους τῆς γυναικὸς, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὑτοῦ ἔσωθεν.
31و گفت: «خدا به من مثل این بلکه زیاده از این بکند اگر سر الیشع بن شافاط امروز بر تنش بماند.»
31Καὶ εἶπε, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαιὲ ἐπʼ αὐτῷ σήμερον.
32و الیشع در خانه خود نشسته بود و مشایخ، همراهش نشسته بودندو پادشاه، کسی را از نزد خود فرستاد و قبل ازرسیدن قاصد نزد وی، الیشع به مشایخ گفت: «آیامی بینید که این پسر قاتل فرستاده است تا سر مرااز تن جدا کند؟ متوجه باشید وقتی که قاصدبرسد، در را ببندید و او را از در برانید، آیا صدای پایهای آقایش در عقبش نیست.»
32Καὶ Ἑλισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετʼ αὐτοῦ· καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτόν, καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους, εἰ εἴδετε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν, καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;
33و چون اوهنوز به ایشان سخن میگفت، اینک قاصد نزد وی رسید و او گفت: «اینک این بلا از جانب خداونداست، چرا دیگر برای خداوند انتظار بکشم.»
33Ἔτι αὐτοῦ λαλοῦντος μετʼ αὐτῶν, καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν, καὶ εἶπεν, ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι;
Tip: use the ← and → keys to turn chapters.