اول تواریخ 28
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و داود جميع رؤساي اسرائيل را از رؤساي اسباط و رؤساي فرقه هايي که پادشاه را خدمت مي کردند و رؤساي هزاره و رؤساي صده و ناظران همه اندوخته ها و اموال پادشاه و پسرانش را با خواجه سرايان و شجاعان و جميع مردان جنگي در اورشليم جمع کرد.
1Καὶ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας Ἰσραὴλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως, καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων, καὶ τοὺς γαζοφύλακας, καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ, καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως, καὶ τῶν υἱῶν αὐτοῦ, σὺν τοῖς εὐνούχοις, καὶ τοὺς δυνάστας, καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ἱερουσαλήμ.
2پس داود پادشاه برپا ايستاده، گفت: « اي برادرانم و اي قوم من! مرا بشنويد! من اراده داشتم خانه اي که آرامگاه تابوت عهد خداوند و پاي انداز پايهاي خداي ما باشد بنا نمايم، و براي بناي آن تدارک ديده بودم.
2Καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ εἶπεν, ἀκούσατέ μου ἀδελφοί μου, καὶ λαός μου· ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου, καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια.
3ليکن خدا مرا گفت: تو خانه اي به جهت اسم من بنا نخواهي نمود، زيرا مرد جنگي هستي و خون ريخته اي.
3Καὶ ὁ Θεὸς εἶπεν, οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ, καὶ αἷμα ἐξέχεας.
4ليکن يهُوَه خداي اسرائيل مرا از تمامي خاندان پدرم برگزيده است که بر اسرائيل تا ابد پادشاه بشوم، زيرا که يهودا را براي رياست اختيار کرد و از خاندان يهودا خاندان پدر مرا و از فرزندان پدرم مرا پسند کرد تا مرا بر تمامي اسرائيل به پادشاهي نصب نمايد.
4Καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καὶ ἐν Ἰούδα ᾑρέτικε τὸ βασίλειον, καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου· καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου, ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ Ἰσραήλ.
5و از جميع پسران من (زيرا خداوند پسران بسيار به من داده است)، پسرم سليمان را برگزيده است تا بر کرسي سلطنت خداوند بر اسرائيل بنشيند.
5Καὶ ἀπὸ πάντων τῶν υἱῶν μου, ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος, ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
6و به من گفت: پسر تو سليمان، او است که خانه مرا و صحن هاي مرا بنا خواهد نمود، زيرا که او را برگزيده ام تا پسر من باشد و من پدر او خواهم بود.
6Καὶ εἶπέ μοι ὁ Θεὸς, Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱὸν, κᾀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα.
7و اگر او به جهت بجا آوردن فرايض و احکام من مثل امروز ثابت بماند، آنگاه سلطنت او را تا به ابد استوار خواهم گردانيد.
7Καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου, καὶ τὰ κρίματά μου, ὡς ἡ ἡμέρα αὕτη.
8پس الآن در نظر تمامي اسرائيل که جماعت خداوند هستند و به سمع خداي ما متوجه شده، تمامي اوامر يهُوَه خداي خود را بطلبيد تا اين زمين نيکو را به تصرف آورده، آن را بعد از خودتان به پسران خويش تا به ابد به ارثيت واگذاريد.
8Καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου, καὶ ἐν ὠσὶ Θεοῦ ἡμῶν, φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν, καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθʼ ὑμᾶς ἕως αἰῶνος.
9« و تو اي پسر من سليمان خداي پدر خود را بشناس و او را به دل کامل و به ارادت تمام عبادت نما زيرا خداوند همه دلها را تفتيش مي نمايد و هر تصور فکرها را ادراک مي کند؛ و اگر او را طلب نمايي، او را خواهي يافت؛ اما اگر او را ترک کني، تو را تا به ابد دور خواهد انداخت.
9Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ· καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.
10حال با حذر باش زيرا خداوند تو را برگزيده است تا به خانه اي به جهت مَقدَسِ او بنا نمايي. پس قوي شده، مشغول باش.»
10Ἴδε νῦν, ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα, ἴσχυε καὶ ποίει.
11و داود به پسر خود سليمان نمونه رواق و خانه ها و خزاين و بالاخانه ها و حُجره هاي اندروني آن و خانه کرسي رحمت،
11Καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ζακχῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ,
12و نمونه هر آنچه را که از روح به او داده شده بود، براي صحن هاي خانه خداوند و براي همه حجره هاي گرداگردش و براي خزاين خانه خدا و خزاين موقوفات داد.
12καὶ τὸ παράδειγμα ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων,
13و براي فرقه هاي کاهنان و لاويان و براي تمامي کار خدمت خانه خداوند و براي همه اسباب خدمت خانه خداوند.
13καὶ τῶν καταλυμάτων, καὶ τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου Κυρίου.
14و از طلا به وزن براي همه آلات طلا به جهت هر نوع خدمتي و از نقره به وزن براي همه آلات نقره به جهت هر نوع خدمتي.
14Καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ,
15و طلا را به وزن به جهت شمعدانهاي طلا و چراغهاي آنها به جهت هر شمعدان و چراغهايش، آن را به وزن داد و براي شمعدانهاي نقره نيز نقره را به وزن به جهت هر چراغدان موافق کار هر شمعدان و چراغهاي آن.
15καὶ τῶν λύχνων.
16و طلا را به وزن به جهت ميزهاي نان تَقدِمه براي هر ميز عليحده و نقره را براي ميزهاي نقره.
16Ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς, καὶ ὡσαύτως τῶν ἀργυρῶν,
17و زر خالص را براي چنگالها و کاسها و پياله ها و به جهت طاسهاي طلا موافق وزن هر طاس و به جهت طاسهاي نقره موافق وزن هر طاس.
17καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν· καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν, καὶ θυΐσκων κεφουρὲ, ἑκάστου σταθμοῦ.
18و طلاي مصفّي را به وزن به جهت مذبح بخور و طلا را به جهت نمونه مرکب کروبيان که بالهاي خود را پهن کرده، تابوت عهد خداوند را مي پوشانيدند.
18Καὶ τῶν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ, καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι, καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου·
19(و داود گفت): «خداوند اين همه را يعني تمامي کارهاي اين نمونه را از نوشته دست خود که بر من بود به من فهمانيد.»
19πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.
20و داود به پسر خود سليمان گفت: « قوي و دلير باش و مشغول شو و ترسان و هراسان مباش، زيرا يهُوَه خدا که خداي من مي باشد، با تو است و تا همه کار خدمت خانه خداوند تمام نشود، تو را وا نخواهد گذاشت و تو را ترک نخواهد نمود.
20Καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ, ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐκ ἀνήσει σε, καὶ οὐ μὴ ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου· καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ ζακχῶ αὐτοῦ, καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας, καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ, καὶ τὸ παράδειγμα οἴκου Κυρίου.
21اينک فرقه هاي کاهنان و لاويان براي تمام خدمت خانه خدا (حاضرند) و براي هر گونه عمل همه کسان دلگرم که براي هر صنعتي مهارت دارند، با تو هستند و سروران و تمامي قوم مطيع کامل اوامر تو مي باشند.»
21Καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου Κυρίου, καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ, καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην, καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.
Tip: use the ← and → keys to turn chapters.