ΣΟΦΟΝΙΑΣ. Θʹ 2
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Συνάχθητε, καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον,
1ای امتی که حیا ندارید فراهم آیید و جمع بشوید!
2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.
2قبل از آنکه حکم نتاج بیاورد وآن روز مثل کاه بگذرد؛ قبل از آنکه حدت خشم خداوند بر شما وارد آید؛ قبل از آنکه روز خشم خداوند بر شما برسد.
3Ζητήσατε τὸν Κύριον πάντες ταπεινοὶ γῆς, κρίμα ἐργάζεσθε, καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνασθε αὐτὰ, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
3ای جمیع حلیمان زمین که احکام او را بجا میآورید، عدالت را بطلبید وتواضع را بجویید، شاید که در روز خشم خداوندمستور شوید.
4Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.
4زیرا که غزه متروک میشود و اشقلون ویران میگردد و اهل اشدود را در وقت ظهر اخراج مینمایند و عقرون از ریشهکنده میشود.
5Οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφʼ ὑμᾶς Χαναὰν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας.
5وای بر امت کریتیان که بر ساحل دریا ساکنند. ای کنعانای زمین فلسطینیان کلام خداوند به ضدشما است و من تو را چنان هلاک میکنم که کسی در تو ساکن نخواهد بود،
6Καὶ ἔσται Κρήτη νομὴ ποιμνίων, καὶ μάνδρα προβάτων.
6و ساحل دریا موضع مرتع های شبانان و آغلهای گوسفندان خواهدبود،
7Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα, ἐπʼ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν.
7و ساحل دریا برای بقیه خاندان یهوداخواهد بود تا در آن بچرند. شبگاهان در خانه های اشقلون خواهند خوابید زیرا یهوه خدایشان از ایشان تفقد نموده، اسیران ایشان را باز خواهدآورد.
8Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.
8ملامت موآب و سرزنش بنی عمون راشنیدم که چگونه قوم مرا ملامت میکنند و برسرحد ایشان فخر مینمایند.
9Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
9بنابراین، یهوه صبایوت خدای اسرائیل میگوید: به حیات خودم قسم که موآب مثل سدوم و بنی عمون مثل عموره خواهد شد. محل خارها و حفره های نمک و ویرانی ابدی خواهد شد. بقیه قوم من آنهارا غارت خواهند نمود و بقیه امت من ایشان را به تصرف خواهندآورد.
10Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα.
10این بهسبب تکبر ایشان بر ایشان وارد خواهد آمد زیرا که قوم یهوه صبایوت را ملامت نموده، بر ایشان فخر کردند.
11Ἐπιφανήσεται Κύριος ἐπʼ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἔκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
11پس خداوند به ضد ایشان مهیب خواهد بودزیرا که تمامی خدایان جهان را زایل خواهدساخت و جمیع جزایر امتها هر کدام از جای خود او را عبادت خواهند کرد.
12Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μου ἐστέ.
12و شما نیزای حبشیان به شمشیر من کشته خواهید شد.
13Καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ Βοῤῥᾶν, καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον, ὡς ἔρημον.
13و دست خود را بر زمین شمال دراز کرده، آشور را هلاک خواهد کرد و نینوی را به ویرانی وبه زمین خشک مثل بیابان مبدل خواهد نمود.
14Καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια, καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες, καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται· καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.
14وگلهها و تمامی حیوانات امتها در میانش خواهند خوابید و مرغ سقا و خارپشت برتاجهای ستونهایش منزل خواهند گرفت و آوازسراینده از پنجره هایش مسموع خواهد شد وخرابی بر آستانه هایش خواهد بود زیرا که چوب سرو آزادش را برهنه خواهد کرد.
15Αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπʼ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς, ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετʼ ἐμὲ ἔτι· πῶς ἐγενήθη εἰς ἀφανισμὸν, νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος διʼ αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.
15این است شهر فرحناک که در اطمینان ساکن میبود و در دل خود میگفت: «من هستم و غیر از من دیگری نیست؛ من هستم و غیر از من دیگری نیست.» چگونه خراب شد! خوابگاه حیوانات گردیده است! هرکه از آن عبور کند بر آن سخریه کرده، دست خود را خواهد جنبانید!
Tip: use the ← and → keys to turn chapters.