ΖΑΧΑΡΙΑΣ. ΙΑʹ
Chapter 9

ΖΑΧΑΡΙΑΣ. ΙΑʹ

Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΖΑΧΑΡΙΑΣ. ΙΑʹ 9

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰχ, καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους, καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ.
1وحی کلام خداوند بر زمین حدراخ (نازل می شود) و دمشق محل آن می‌باشد، زیراکه نظر انسان و نظر تمامی اسباط اسرائیل بسوی خداوند است.
2Καὶ ἐν Ἠμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδὼν, διότι ἐφρόνησαν σφόδρα.
2و بر حمات نیز که مجاور آن است و بر صور و صیدون اگر‌چه بسیار دانشمندمی باشد.
3Καὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα αὐτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ συνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶν.
3و صور برای خود ملاذی منیع ساخت و نقره را مثل غبار و طلا را مانند گل کوچه هاانباشت.
4Καὶ διατοῦτο Κύριος κληρονομήσει αὐτοὺς, καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται.
4اینک خداوند او را اخراج خواهد کردو قوتش را که در دریا می‌باشد، تلف خواهدساخت و خودش به آتش سوخته خواهد شد.
5Ὄψεται Ἀσκάλων, καὶ φοβηθήσεται, καὶ Γάζα, καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ.
5اشقلون چون این را بیند خواهد ترسید و غزه بسیار دردناک خواهد شد و عقرون نیز زیرا که اعتماد او خجل خواهد گردید و پادشاه از غزه هلاک خواهد شد و اشقلون مسکون نخواهدگشت.
6Καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων,
6و حرام زاده‌ای در اشدود جلوس خواهدنمود و حشمت فلسطینیان را منقطع خواهم ساخت.
7καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ Ἀκκάρων ὡς ὁ Ἰεβουσαῖος.
7و خون او را از دهانش بیرون خواهم آورد و رجاساتش را از میان دندانهایش؛ و بقیه اونیز به جهت خدای ما خواهد بود و خودش مثل امیری در یهودا و عقرون مانند یبوسی خواهدشد.
8Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα, τοῦ μὴ διαπορεύεσθαι, μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπʼ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου.
8و من گرداگرد خانه خود به ضد لشکر اردوخواهم زد تا کسی از آن عبور و مرور نکند و ظالم بار دیگر از میان آنها گذر نخواهد کرد زیرا که حال به چشمان خود مشاهده نموده‌ام.
9Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
9‌ای دختر صهیون بسیار وجد بنما و ای دختر اورشلیم آواز شادمانی بده! اینک پادشاه تونزد تو می‌آید. او عادل و صاحب نجات و حلیم می‌باشد و بر الاغ و بر کره بچه الاغ سوار است.
10Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης, καὶ ποταμῶν διεκβολὰς γῆς.
10و من ارابه را از افرایم و اسب را از اورشلیم منقطع خواهم ساخت و کمان جنگی شکسته خواهد شد و او با امت‌ها به سلامتی تکلم خواهدنمود و سلطنت او از دریا تا دریا و از نهر تا اقصای زمین خواهد بود.
11Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
11و اما من اسیران تو را نیز به واسطه خون عهد تو از چاهی که در آن آب نیست رها کردم.
12Καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι,
12‌ای اسیران امید، به ملاذ منیع مراجعت نمایید. امروز نیز خبر می‌دهم که به شما(نصیب ) مضاعف رد خواهم نمود.
13διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραὶμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ,
13زیرا که یهودا را برای خود زه خواهم کرد و افرایم راتیرکمان خواهم ساخت و پسران تو را‌ای صهیون به ضد پسران تو‌ای یاوان خواهم برانگیخت و تورا مثل شمشیر جبار خواهم گردانید.
14καὶ Κύριος ἔσται ἐπʼ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.
14و خداوند بالای ایشان ظاهر خواهد شد وتیر او مانند برق خواهد جست و خداوند یهوه کرنا را نواخته، بر گردبادهای جنوبی خواهدتاخت.
15Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσι τὰς φιάλας ὡς θυσιαστήριον.
15یهوه صبایوت ایشان را حمایت خواهد کرد و ایشان غذا خورده، سنگهای فلاخن را پایمال خواهند کردو نوشیده، مثل از شراب نعره خواهند زد و مثل جامها و مانند گوشه های مذبح پر خواهند شد.
16Καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ γῆς αὐτοῦ.
16و یهوه خدای ایشان ایشان را در آن روز مثل گوسفندان قوم خودخواهد رهانید زیرا که مانند جواهر تاج بر زمین اوخواهند درخشید.
17Ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.
17زیرا که حسن و زیبایی اوچه قدر عظیم است. گندم جوانان را و عصیر انگور دوشیزگان را خرم خواهد ساخت.

Tip: use the ← and → keys to turn chapters.