ΨΑΛΜΟΙ
Chapter 124
Septuagint (Brenton Gree…
Compare
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 124

1Ὠδὴ τῶν ἀναβαθμῶν. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, οὐ σαλευθήσεται εἰς αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ·

2ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

3Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.

4Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ.

5Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Tip: use the ← and → keys to turn chapters.