ΑΡΙΘΜΟΙ
Chapter 27
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΑΡΙΘΜΟΙ 27

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ υἱοῦ Ὀφὲρ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μαχιρ, τοῦ δήμου Μανασσῆ, τῶν υἱῶν Ἰωσὴφ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Μααλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσὰ,
1ヨセフの子マナセの氏族に属する、マナセの子マキルの子ギルアデの子ヘフェルの子ゼロフェハデの娘たちが近づいて来た。娘たちの名はマフラ、ノア、ホグラ、ミルカ、ティルツァであった。
2καὶ στᾶσαι ἔναντι Μωυσῆ, καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἔναντι τῶν ἀρχόντων, καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγουσιν,
2彼女たちは会見の天幕の入口で、モーセ、祭司エルアザル、指導者たち、および全会衆の前に立って言った。
3ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι Κυρίου ἐν τῇ συναγωγῇ Κορὲ, ὅτι διʼ ἁμαρτίαν αὐτοῦ ἀπέθανε, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ· μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν.
3「私たちの父は荒野で死にました。コラの仲間として主に逆らって集まった者たちの中にはおらず、自分の罪のために死んだのです。父には息子がいませんでした。
4Καὶ προσήγαγε Μωυσῆν τὴν κρίσιν αὐτῶν ἔναντι Κυρίου.
4息子がいないために、なぜ父の名がその氏族から消されるのでしょう。父の兄弟たちの間で、私たちにも相続地を与えてください。」
5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν,
5モーセは彼女たちの訴えを主の前に差し出した。
6λέγεν, ὀρθῶς θυγατέρες Σαλπαὰδ λελαλήκασι· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.
6主はモーセに告げられた。
7Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις,
7「ゼロフェハデの娘たちの言うことは正しい。彼女たちの父の兄弟たちの間に、必ず相続地を与え、父の相続地を娘たちに受け継がせなさい。
8λέγων, ἄνθρωπος ἐὰν ἀποθάνῃ, καὶ υἱὸς μὴ ᾖ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ·
8イスラエルの子らにこう告げなさい。『人が死んで息子がいない場合、その相続地を娘に受け継がせる。
9Ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ.
9もし娘もいないなら、その所有地を彼の兄弟たちに与える。
10Ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοὶ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ.
10もし兄弟たちもいないなら、その所有地を彼の父の兄弟たちに与える。
11Ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ, κληρονομῆσαι τὰ αὐτοῦ· καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ἰσραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
11父に兄弟もいない場合、その相続地を氏族の中で最も近い親族に与え、その人が受け継ぐ。これは、主がモーセに命じられたとおり、イスラエルの子らのための法令となる。』」
12Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο τὸ ὄρος Ναβαὺ, καὶ ἴδε τὴν γῆν Χαναὰν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ ἐν κατασχέσει.
12主はモーセに言われた。「このアバリムの山に登り、わたしがイスラエルの子らに与える地を見なさい。
13Καὶ ὄψῃ αὐτὴν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει.
13それを見た後、兄弟アロンと同じように、あなたもその民に加えられる。
14Διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σὶν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με, οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν· τοῦτʼ ἔστι τὸ ὕδωρ ἀντιλογίας ἐν Κάδης ἐν τῇ ἐρήμῳ Σίν.
14会衆が争ったとき、あなたがたはツィンの荒野でわたしの命令に背き、水のことで彼らの前にわたしを聖なる者として示さなかったからである。」これはツィンの荒野、カデシュにあるメリバの水のことである。
15Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον,
15モーセは主に言った。
16ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
16「すべての肉なるものの霊を治める神、主よ、どうか会衆の上に一人の人を任命してください。
17ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς, καὶ ὃστις εἰσάξει αὐτοὺς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν.
17彼らの先に立って出入りし、彼らを導き出し、導き入れる人です。主の会衆が、羊飼いのいない羊のようにならないためです。」
18Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυὴ, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτόν·
18主はモーセに言われた。「ヌンの子ヨシュア、内に霊のある人を取り、彼の上に手を置きなさい。
19Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν.
19彼を祭司エルアザルと全会衆の前に立たせ、彼らの前で任命しなさい。
20Καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ.
20あなたの権威の一部を彼に与え、イスラエルの子らの全会衆が彼に従うようにしなさい。
21Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.
21彼は祭司エルアザルの前に立ち、エルアザルは主の前で、ウリムの判断によって彼のために伺いを立てる。その命令によって、ヨシュアも、彼とともにいるイスラエルの子らも、全会衆も、出入りする。」
22Καὶ ἐποίησε Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν, ἔστησεν αὐτὸν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον πάσης συναγωγῆς,
22モーセは主が命じられたとおりに行った。彼はヨシュアを取り、彼を祭司エルアザルと全会衆の前に立たせた。
23καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτὸν, καὶ συνέστησεν αὐτὸν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
23モーセは彼の上に手を置き、主がモーセを通して語られたとおり、彼を任命した。

Tip: use the ← and → keys to turn chapters.