ΙΗΣΟΥΣ 9
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Ὡς δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ, καὶ οἱ ἐν τῇ πεδινῇ, καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης, καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι, καὶ οἱ Χαναναῖοι, καὶ οἱ Φερεζαῖοι, καὶ οἱ Εὐαῖοι, καὶ οἱ Ἀμοῤῥαῖοι, καὶ οἱ Γεργεσαῖοι, καὶ οἱ Ἰεβουσαῖοι,
1ヨルダン川の向こう側、山地、低地、そしてレバノンの前にある大海の全沿岸にいたすべての王たち、すなわちヘト人、アモリ人、カナン人、ペリジ人、ヒビ人、エブス人がこれを聞いたとき、
2συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες. Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραῆλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφʼ οὓς οὐκ ἐπεβλήθη σίδηρος· καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ, καὶ θυσίαν σωτηρίου. Καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον τῶν υἱῶν Ἰσραήλ. Καὶ πᾶς Ἰσραὴλ, καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ οἱ δικασταὶ, καὶ οἱ γραμματεῖς αὐτῶν, παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖρν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζὶν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. Καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ. Οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραὴλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ.
2彼らはヨシュアおよびイスラエルと戦うために、一つになって集まった。
3Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.
3しかし、ギベオンの住民は、ヨシュアがエリコとアイにしたことを聞いたとき、
4Καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας· καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο· καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατεῤῥωγότας ἀποδεδεμένους,
4彼らも策略を巡らし、遠国から来た使者のように装った。ろばには古い袋と、破れて繕った古いぶどう酒の革袋を載せ、
5καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.
5足には古くて継ぎ当てをした履き物を履き、古い衣服を着ていた。彼らの食糧のパンはすべて乾いて、カビが生えていた。
6Καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ, ἐκ γῆς μακρόθεν ἥκαμεν· καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
6彼らはギルガルの宿営にいるヨシュアのところに行き、彼とイスラエルの人々に言った。「私たちは遠い国から来ました。ですから今、私たちと契約を結んでください。」
7Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χοῤῥαῖον, ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς· καὶ πῶς σοι διαθῶμαι διαθήκην;
7イスラエルの人々はヒビ人に言った。「もしかすると、あなたがたは私たちの間に住んでいるのかもしれません。どうして私たちがあなたがたと契約を結べるでしょうか。」
8Καὶ εἶπαν πρὸς Ἰησοῦν, οἰκεται σου ἐσμέν· καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς, πόθεν ἐστὲ, καὶ πόθεν παραγεγόνατε;
8彼らはヨシュアに言った。「私たちはあなたのしもべです。」 ヨシュアは彼らに言った。「あなたがたはだれですか。どこから来たのですか。」
9Καὶ εἶπαν, ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ, καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ,
9彼らは答えた。「あなたのしもべたちは、あなたの神、主 の御名のゆえに、はるか遠い国から参りました。主の名声と、主がエジプトで行われたすべてのことを聞いたからです。
10καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.
10また、ヨルダン川の向こう側にいたアモリ人の二人の王、すなわちヘシュボンの王シホンと、アシュタロトにいたバシャンの王オグに行われたすべてのことを聞いたからです。
11Καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν, λέγοντες, λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν, καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν, καὶ ἐρεῖτε πρὸς αὐτοὺς, οἰκέται σου ἐσμὲν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην.
11私たちの長老たちと私たちの国のすべての住民は、私たちにこう言いました。『旅の食糧を手に取り、彼らを迎えに行き、彼らに言いなさい。「私たちはあなたがたのしもべです。ですから今、私たちと契約を結んでください。」』
12Οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς· νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι.
12このパンは、あなたがたのところへ来るため家を出た日に、まだ温かいものを旅の食糧として持って来たものです。それが今では、こんなに乾いてカビが生えています。
13Καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινοὺς, καὶ οὗτοι ἐῤῥώγασι· καὶ τὰ ἱμάτια ἡμῶν, καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.
13このぶどう酒の革袋も、満たした時には新しかったのに、今では破れています。衣服も履き物も、あまりに長い旅のため古びてしまいました。」
14Καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν.
14イスラエルの人々は彼らの食糧を受け取って調べたが、主の御心を尋ねなかった。
15Καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην, καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς· καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
15ヨシュアは彼らと平和を結び、彼らを生かしておくという契約を彼らと結んだ。会衆の指導者たちは彼らに誓った。
16Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι.
16彼らと契約を結んでから三日後、彼らが自分たちの隣人であり、自分たちの間に住んでいることを彼らは聞いた。
17Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼτ, καὶ πόλεις Ἰαρίν.
17イスラエルの人々は旅立ち、三日目に彼らの町々に着いた。彼らの町々はギベオン、ケフィラ、ベエロト、およびキルヤテ・ヤアリムであった。
18Καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.
18会衆の指導者たちがイスラエルの神、主にかけて誓っていたため、イスラエルの人々は彼らを打たなかった。全会衆は指導者たちに不平を言った。
19Καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ, ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν.
19しかし、すべての指導者たちは全会衆に言った。「私たちはイスラエルの神、主にかけて彼らに誓った。だから今、私たちは彼らに手出しすることはできない。
20Τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτοὺς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθʼ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς.
20私たちは彼らにこのように行い、彼らを生かしておこう。私たちが彼らに誓った誓いのゆえに、怒りが私たちに下らないためである。」
21Ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
21指導者たちは彼らに言った。「彼らを生かしておきなさい。」こうして、指導者たちが彼らに語ったように、彼らは全会衆のために木を伐る者、水を汲む者となった。
22Καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς, διατί παρελογίσασθέ με, λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμὲν σφόδρα· ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;
22ヨシュアは彼らを呼び寄せて言った。「この地に住んでいながら、なぜ『私たちはあなたがたから非常に遠い所にいる』と言って、私たちを欺いたのか。
23Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος, οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.
23それゆえ、あなたがたは呪われる。あなたがたの中から、私の神の家のために木を伐り、水を汲む奴隷が絶えることはない。」
24Καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ, λέγοντες, ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
24彼らはヨシュアに答えた。「あなたの神、主がそのしもべモーセに、この全土をあなたがたに与え、この地のすべての住民をあなたがたの前から滅ぼすように命じられたことが、あなたのしもべたちに確かに告げられていたからです。それゆえ、私たちはあなたがたのゆえに自分たちの命を非常に恐れ、このことを行いました。
25Καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
25今、見よ、私たちはあなたの手の中にあります。あなたの目に良いこと、正しいことと思われることを、私たちにしてください。」
26Καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ἰσραὴλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
26ヨシュアは彼らにそのように行い、イスラエルの人々の手から彼らを救い出し、彼らが殺されないようにした。
27Καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ, καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος.
27その日、ヨシュアは彼らを、会衆のため、また主が選ばれる場所で主の祭壇のために、木を伐る者、水を汲む者とした。それは今日に至るまでそうである。
Tip: use the ← and → keys to turn chapters.