ΩΣΗΕ. Αʹ 7
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραὴλ, καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ, καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,
1چون اسرائیل را شفا میدادم، آنگاه گناه افرایم و شرارت سامره منکشف گردید، زیرا که مرتکب فریب شدهاند. دزدان داخل میشوند و رهزنان در بیرون تاراج مینمایند.
2ὅπως συνᾴδωσιν ὡς ᾄοντες τῇ καρδίᾳ αὐτῶν· πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
2ودر دل خود تفکر نمی کنند که من تمامی شرارت ایشان را به یاد آوردهام. الان اعمالشان ایشان رااحاطه مینماید و آنها در نظر من واقع شده است.
3Ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας.
3پادشاه را بشرارت خویش و سروران را به دروغهای خود شادمان میسازند.
4Πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως στέατος, ἕως τοῦ ζυμωθῆναι αὐτό.
4جمیع ایشان زناکارند مثل تنوری که خباز آن را مشتعل سازدکه بعد از سرشتن خمیر تا مخمر شدنش ازبرانگیختن آتش باز میایستد.
5Ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν.
5در یوم پادشاه ما، سروران از گرمی شراب، خود را بیمار ساختند واو دست خود را به استهزاکنندگان دراز کرد.
6Διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα· ὕπνου Ἐφραὶμ ἐνεπλήσθη, πρωῒ ἐνεγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος.
6زیرا که دل خود را به مکاید خویش مثل تنورنزدیک آوردند؛ و تمامی شب خباز ایشان میخوابد و صبحگاهان آن مثل آتش ملتهب مشتعل میشود.
7Πάντες ἐθερμάνθησαν ὡς κλίβανος, καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρὸς μέ.
7جمیع ایشان مثل تنور گرم شده، داوران خویش را میبلعند و همه پادشاهان ایشان میافتند و در میان ایشان کسی نیست که مرابخواند.
8Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας, οὐ μεταστρεφόμενος.
8افرایم با قومها مخلوط شده است. افرایم قرص نانی است که برگردانیده نشده است.
9Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.
9غریبان قوتش را خوردهاند و او نمی داند. سفیدی بر مویهای او پاشیده شده است و اونمی داند.
10Καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.
10فخر اسرائیل پیش رویش شهادت میدهد اما ایشان به یهوه خدای خود بازگشت نمی نمایند و با وجود این همه او را نمی طلبند.
11Καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν·
11افرایم مانند کبوتر ساده دل، بیفهم است. مصر را میخوانند و بسوی آشور میروند.
12Καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.
12وچون میروند من دام خود را بر ایشان میگسترانم و ایشان را مثل مرغان هوا به زیر میاندازم وایشان را بر وفق اخباری که به جماعت ایشان رسیده است، تادیب مینمایم.
13Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ.
13وای بر ایشان زیرا که از من فرار کردند. هلاکت بر ایشان باد زیراکه به من عصیان ورزیدند. اگرچه من ایشان رافدیه دادم، لکن به ضد من دروغ گفتند.
14Καὶ οὐκ ἐβόησαν πρὸς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλʼ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.
14و از دل خود نزد من استغاثه نمی نمایند بلکه بر بسترهای خود ولوله میکنند. برای روغن و شراب جمع شده، بر من فتنه میانگیزند.
15Ἐπαιδεύθησαν ἐν ἐμοὶ, κᾀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά.
15و اگرچه من بازوهای ایشان را تعلیم دادم و تقویت نمودم لیکن با من بداندیشی نمودند.
16Ἀπεστράφησαν εἰς οὐδὲν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διʼ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
16ایشان رجوع میکنند اما نه به حضرت اعلی. مثل کمان خطاکننده شدهاند. سروران ایشان بهسبب غیظزبان خویش به شمشیر میافتند و بهسبب همین در زمین مصر ایشان را استهزا خواهند نمود.
Tip: use the ← and → keys to turn chapters.