ΓΕΝΕΣΙΣ
Chapter 26
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 26

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.
1アブラハムの時代にあった最初の飢饉とは別に、その地に再び飢饉があった。イサクはゲラルにいるペリシテ人の王アビメレクのもとへ行った。
2Ὤφθη δὲ αὐτῷ Κύριος, καὶ εἶπε, μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.
2主は彼に現れて言われた。「エジプトへ下って行ってはならない。わたしがあなたに告げる地に住みなさい。
3Καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην· καὶ στήσω τὸν ὅρκον μου, ὅν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου.
3この地に寄留しなさい。そうすれば、わたしはあなたと共にいて、あなたを祝福する。わたしはあなたとあなたの子孫に、これらのすべての地を与え、あなたの父アブラハムに誓った誓いを果たすからである。
4Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.
4わたしはあなたの子孫を空の星のように増やし、これらすべての地をあなたの子孫に与える。地上のすべての国々は、あなたの子孫によって祝福される。
5Ἀνθʼ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.
5それは、アブラハムがわたしの声に聞き従い、わたしの言いつけ、命令、掟、教えを守ったからである。」
6Κατῴκησε δὲ Ἰσαὰκ ἐν Γεράροις.
6イサクはゲラルに住んだ。
7Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
7その場所の人々が彼の妻について尋ねると、彼は「彼女は私の妹です」と言った。彼は「私の妻です」と言うのを恐れたのである。リベカは美しかったので、「この場所の人々がリベカのゆえに私を殺すかもしれない」と考えたからである。
8Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ.
8彼がそこに長く滞在していたころ、ペリシテ人の王アビメレクが窓から外を見ると、見よ、イサクが妻リベカと戯れていた。
9Ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ, καὶ εἶπεν αὐτῷ, ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ Ἰσαὰκ, εἶπα γὰρ, μή ποτε ἀποθάνω διʼ αὐτήν.
9アビメレクはイサクを呼んで言った。「見よ、彼女は確かにあなたの妻ではないか。なぜあなたは『彼女は私の妹です』と言ったのか。」 イサクは答えた。「彼女のゆえに殺されるかもしれないと思ったのです。」
10Εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ, τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφʼ ἡμᾶς ἄγνοιαν.
10アビメレクは言った。「あなたは何ということをしてくれたのか。民の一人があなたの妻と寝ていたら、あなたは私たちに罪をもたらすところだったではないか。」
11Συνέταξε δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων, πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου καὶ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.
11アビメレクはすべての民に命じた。「この男、またはその妻に触れる者は、必ず殺される。」
12Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.
12イサクはその地に種を蒔き、その年に百倍の収穫を得た。主が彼を祝福されたのである。
13Καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγένετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα.
13彼は豊かになり、ますます栄え、ついに非常に豊かな者となった。
14Ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων, καὶ κτήνη βοῶν, καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ.
14彼は羊の群れ、牛の群れ、そして多くのしもべを持つようになった。ペリシテ人は彼をねたんだ。
15Καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ, καὶ ἔπλησαν αὐτὰ γῆς.
15彼の父アブラハムの時代に、父のしもべたちが掘ったすべての井戸を、ペリシテ人は土で埋めて塞いでしまっていた。
16Εἶπε δὲ Ἀβιμέλεχ πρὸς Ἰσαὰκ, ἄπελθε ἀφʼ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
16アビメレクはイサクに言った。「私たちのところから去ってくれ。あなたは私たちよりもはるかに強くなったからだ。」
17Καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαάκ· καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων, καὶ κατῴκησεν ἐκεῖ.
17イサクはそこを去り、ゲラルの谷に天幕を張って、そこに住んだ。
18Καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.
18イサクは、父アブラハムの時代に掘られた水の井戸を再び掘った。アブラハムの死後、ペリシテ人がそれらを塞いでいたからである。彼は、父がつけた名前のとおりに、それらの井戸に名前をつけた。
19Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων· καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
19イサクのしもべたちが谷を掘ると、そこに湧き出る水の井戸を見つけた。
20Καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαὰκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ· καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος, Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
20ゲラルの牧者たちはイサクの牧者たちと争い、「その水は私たちのものだ」と言った。彼らがイサクと争ったので、イサクはその井戸の名をエセクと呼んだ。
21Ἀπᾴρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Ἐχθρία.
21彼らは別の井戸を掘ったが、それについても彼らは争った。それで彼はその名をシテナと呼んだ。
22Ἀπᾴρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον· καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Εὐρυχωρία, λέγων, διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
22彼はそこから移り、さらに別の井戸を掘った。それについては彼らは争わなかった。それで彼はその名をレホボトと呼んで言った。「今や主が私たちのために場所を広げてくださった。私たちはこの地で増えるだろう。」
23Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
23彼はそこからベエル・シェバへ上って行った。
24Καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διʼ Ἁβραὰμ τὸν πατέρα σου.
24その夜、主は彼に現れて言われた。「わたしはあなたの父アブラハムの神である。恐れてはならない。わたしはあなたと共にいる。わたしのしもべアブラハムのゆえに、わたしはあなたを祝福し、あなたの子孫を増やす。」
25Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.
25彼はそこに祭壇を築き、主の御名を呼び求め、そこに天幕を張った。そこでイサクのしもべたちは井戸を掘った。
26Καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιχὼλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
26その時、アビメレクがゲラルから、彼の友人アフザテと軍の長フィコルと共に、イサクのところへやって来た。
27Καὶ εἶπεν αὐτοῖς Ἰσαὰκ, ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἐξαπεστείλατέ με ἀφʼ ὑμῶν.
27イサクは彼らに言った。「あなたがたは私を憎み、あなたがたのところから私を追い出したのに、なぜ私のところへ来たのですか。」
28Οἱ δὲ εἶπαν, ἰδόντες ἑωράκαμεν ὅτι ἦν Κύριος μετὰ σοῦ· καὶ εἴπαμεν, γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σου, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,
28彼らは言った。「私たちは、主があなたと共におられるのをはっきりと見ました。それで私たちは言いました。『どうか、私たちの間、すなわち私たちとあなたの間に誓いを立てさせてほしい。私たちと契約を結んでほしい。
29Μὴ ποιήσαι μεθʼ ἡμῶν κακὸν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετʼ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.
29私たちがあなたに触れず、あなたに良いことだけを行い、あなたを安らかに送り出したように、あなたも私たちに害を加えないでほしい』と。あなたは今、主に祝福された人です。」
30Καὶ ἐποίησεν αὐτοῖς δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον.
30イサクは彼らのために宴会を催し、彼らは飲み食いした。
31Καὶ ἀναστάντες τὸ πρωῒ, ὤμοσεν ἕκαστος τῷ πλησίον· καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ· καὶ ἀπῴχοντο ἀπʼ αὐτοῦ μετὰ σωτηρίας.
31彼らは朝早く起き、互いに誓いを立てた。イサクが彼らを送り出すと、彼らは安らかに去って行った。
32Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπαν, οὐχ εὕρομεν ὕδωρ.
32その日、イサクのしもべたちが来て、自分たちが掘った井戸について、「水が出ました」と告げた。
33Καὶ ἐκάλεσεν αὐτὸ, Ὅρκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ, Φρέαρ Ὅρκου, ἕως τῆς σήμερον ἡμέρας.
33彼はそれをシバと呼んだ。それゆえ、その町の名は今日に至るまでベエル・シェバである。
34Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε γυναῖκα Ἰουδὶθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἑλὼν Χετταίου.
34エサウは四十歳のとき、ヘト人ベエリの娘ユディテと、ヘト人エロンの娘バセマテを妻にめとった。
35Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.
35彼女たちはイサクとリベカにとって、心の痛みとなった。

Tip: use the ← and → keys to turn chapters.