ΕΣΔΡΑΣ 20
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)

1Καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν, καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν ἄρχοντες ἡμῶν, Αευῖται ἡμῶν, ἱερεῖς ἡμῶν.

2Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας ἀρτασασθὰ υἱὸς Ἀχαλία, καὶ Σεδεκίας

3υἱὸς Ἀραία, καὶ Ἀζαρία, καὶ Ἱερεμία,
3υἱὸς Ἀραία, καὶ Ἀζαρία, καὶ Ἱερεμία,
4Φασοὺρ, Ἀμαρία, Μελχία,
4Φασοὺρ, Ἀμαρία, Μελχία,
5Ἀττοὺς, Σεβανὶ, Μαλοὺχ,
5Ἀττοὺς, Σεβανὶ, Μαλοὺχ,
6Ἰρὰμ, Μεραμὼθ, Ἀβδία,
6Ἰρὰμ, Μεραμὼθ, Ἀβδία,
7Δανιὴλ, Γανναθὼν, Βαροὺχ,
7Δανιὴλ, Γανναθὼν, Βαροὺχ,
8Μεσουλὰμ, Ἀβία, Μιαμὶν,
8Μεσουλὰμ, Ἀβία, Μιαμὶν,
9Μααζία, Βελγαῒ, Σαμαΐα οὗτοι ἱερεῖς.
9Μααζία, Βελγαῒ, Σαμαΐα οὗτοι ἱερεῖς.
10Καὶ οἱ Λευῖται, Ἰησοῦς υἱὸς Ἀζανία, Βαναίου ἀπὸ υἱῶν Ἠναδὰδ, Καδμιὴλ

11καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, Ὠδουΐα, Καλιτὰν,

12Φελία, Ανὰν, Μιχὰ, Ῥοὼβ,
12Φελία, Ανὰν, Μιχὰ, Ῥοὼβ,
13Ἀσεβίας, Ζακχὼρ, Σαραβία, Σεβανία,
13Ἀσεβίας, Ζακχὼρ, Σαραβία, Σεβανία,
14Ὠδούμ· υἱοὶ Βανουαῒ
14Ὠδούμ· υἱοὶ Βανουαῒ
15Ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαὰθ Μωὰβ, Ἠλὰμ, Ζαθουΐα·

16υἱοὶ Βανὶ, Ἀσγὰδ, Βηβαῒ,
16υἱοὶ Βανὶ, Ἀσγὰδ, Βηβαῒ,
17Ἀδανία, Βαγοῒ, Ἡδὶν,
17Ἀδανία, Βαγοῒ, Ἡδὶν,
18Ἀτὴρ, Ἐζεκία, Ἀζοὺρ,
18Ἀτὴρ, Ἐζεκία, Ἀζοὺρ,
19Ὠδουΐα, Ἠσὰμ, Βησὶ,
19Ὠδουΐα, Ἠσὰμ, Βησὶ,
20Ἀρὶφ, Ἀναθὼθ, Νωβαῒ,
20Ἀρὶφ, Ἀναθὼθ, Νωβαῒ,
21Μεγαφὴς, Μεσουλλὰμ, Ἠζὶρ,
21Μεγαφὴς, Μεσουλλὰμ, Ἠζὶρ,
22Μεσωζεβὴλ, Σαδοὺκ, Ἰσδδούα,
22Μεσωζεβὴλ, Σαδοὺκ, Ἰσδδούα,
23Φαλτία, Ἀνὰν, Ἀναΐα,
23Φαλτία, Ἀνὰν, Ἀναΐα,
24Ὠσηὲ, Ἀνανία, Ἀσοὺβ,
24Ὠσηὲ, Ἀνανία, Ἀσοὺβ,
25Ἀλωὴς, Φαλαῒ, Σωβὴκ,
25Ἀλωὴς, Φαλαῒ, Σωβὴκ,
26Ῥεοὺμ, Ἐσσαβανὰ, Μαασία,
26Ῥεοὺμ, Ἐσσαβανὰ, Μαασία,
27καὶ Ἀΐα, Αἰνὰν, Ἠνὰμ,
27καὶ Ἀΐα, Αἰνὰν, Ἠνὰμ,
28Μαλοὺχ, Ἠρὰμ, Βαανὰ,
28Μαλοὺχ, Ἠρὰμ, Βαανὰ,
29Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροὶ, οἱ ᾄδοντες, οἱ Ναθινὶμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνιὼν,

30ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, καὶ κατηράσαντο αὐτοὺς, καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου, καὶ τὰ κρίματα αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ·

31Καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τοῖς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν·

32Καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον, καὶ ἀπαίτησιν πάσης χειρός.

33Καὶ στήσομεν ἐφʼ ἡμᾶς ἐντολάς δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν,

34εἰς ἄρτους τοῦ προσώπου, καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ Ἰσραὴλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν.

35Καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαὸς, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐκκαῦσαι ἑπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ·

36Καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν, καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον Κυρίου,

37καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν.

38Καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν, καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου, καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις· καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν.

39Καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ Θεοῦ.

40Ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες· καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

Tip: use the ← and → keys to turn chapters.