ΕΞΟΔΟΣ 18
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Ἤκουσε δὲ Ἰοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος Ἰσραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου.
1ミディアンの祭司でモーセの義父であるエテロは、神がモーセとご自分の民イスラエルのためになされたすべてのこと、主がイスラエルをエジプトから導き出されたことを聞いた。
2Ἔλαβε δὲ Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς,
2モーセの義父エテロは、送り返されていたモーセの妻チッポラと、
3καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσάμ, λέγων, πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ·
3また二人の息子を連れて来た。一人の名はゲルショムであった。モーセが「私は異国の地で寄留者となった」と言ったからである。
4καὶ τὸ ὄνομα τοῦ δευτέρου Ἐλίεζερ, λέγων, ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ.
4もう一人の名はエリエゼルであった。モーセが「父の神は私の助けとなり、ファラオの剣から救い出された」と言ったからである。
5Καὶ ἐξῆλθεν Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπʼ ὄρους τοῦ Θεοῦ.
5モーセの義父エテロは、モーセの息子たちと妻を連れ、荒野で神の山に宿営しているモーセのところに来た。
6Ἀνηγγέλη δὲ Μωυσῇ, λέγοντες, ἰδοὺ ὁ γαμβρός σου Ἰοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετʼ αὐτοῦ.
6エテロはモーセに使いを送り、「あなたの義父エテロが、あなたの妻と二人の息子を連れて来ました」と告げた。
7Ἐξῆλθε δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ, καὶ προσεκύνησεν αὐτῷ, καὶ ἐφίλησεν αυτὸν, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν.
7モーセは義父を迎えるために出て行き、身をかがめて彼に口づけした。彼らは互いの安否を尋ね合い、天幕に入った。
8Καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησε Κύριος τῷ Φαραῷ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ἰσραήλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ, καὶ ὅτι ἐξείλατο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ, καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων.
8モーセは義父に、主がイスラエルのためにファラオとエジプト人に行われたすべてのこと、途中で彼らに降りかかったすべての苦難、そして主が彼らをどのように救い出されたかを語った。
9Ἐξέστη δὲ Ἰοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.
9エテロは、主がイスラエルをエジプト人の手から救い出して彼らに行われたすべての良いことを喜んだ。
10Καὶ εἶπεν Ἰοθὸρ, εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.
10エテロは言った。「主はほめたたえられる方である。あなたがたをエジプト人とファラオの手から救い出し、民をエジプト人の支配から救い出された。
11Νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς.
11今、私は知った。主はすべての神々にまさって大いなる方である。エジプト人がイスラエルに対して高ぶったその事によって、主が彼らにまさる方であることが明らかになった。」
12Καὶ ἔλαβεν Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένετο δὲ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ, ἐναντίον τοῦ Θεοῦ.
12モーセの義父エテロは全焼のいけにえと、神への犠牲を持って来た。アロンとイスラエルのすべての長老たちが来て、モーセの義父と共に神の前でパンを食べた。
13Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης.
13翌日、モーセは民を裁くために座り、民は朝から夕方までモーセの周りに立っていた。
14Καὶ ἰδὼν Ἰοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ, λέγει, τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διατί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωΐθεν ἕως δείλης;
14モーセの義父は、彼が民のためにしていることを見て言った。「あなたが民のためにしているこの事は何ですか。なぜあなただけが座り、民はみな朝から夕方まであなたの周りに立っているのですか。」
15Καὶ λέγει Μωυσῆς τῷ γαμβρῶ, Ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ.
15モーセは義父に言った。「民が神に尋ねるために私のところに来るからです。
16Ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ.
16彼らに事柄がある時、彼らは私のところに来ます。私は一人とその隣人との間を裁き、神の掟と律法を知らせるのです。」
17Εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτὸν, οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο.
17モーセの義父は彼に言った。「あなたのしている事は良くありません。
18Φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος.
18あなたも、あなたと一緒にいるこの民も、必ず疲れ果ててしまいます。この事はあなたには重すぎます。あなた一人でそれを行うことはできません。
19Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ· γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν.
19今、私の助言を聞きなさい。神があなたと共におられますように。あなたは民を代表して神の前に立ち、その事柄を神に持って行きなさい。
20Καὶ διαμαρτύρῇ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι.
20あなたは彼らに掟と律法を教え、彼らが歩むべき道と、なすべき事を彼らに示しなさい。
21Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
21さらにあなたは、すべての民の中から、神を恐れる有能な人々、真実な人々、不当な利益を憎む人々を見つけ出し、彼らを千人の長、百人の長、五十人の長、十人の長として民の上に立てなさい。
22Καὶ κρινοῦσι τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σὲ· τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοί· καὶ κουφιοῦσιν ἀπὸ σοῦ, καὶ συναντιλήψονταί σοι.
22彼らに常に民を裁かせなさい。すべての大きな事柄はあなたのところに持って来させ、すべての小さな事柄は彼ら自身で裁かせなさい。そうすれば、あなたには楽になり、彼らはあなたと重荷を分かち合うでしょう。
23Ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ Θεὸς, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετʼ εἰρήνης ἥξει.
23もしこのように行い、神もそう命じられるなら、あなたは耐えることができ、この民もみな無事に自分の所へ帰ることができるでしょう。」
24Ἤκουσε δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ, καὶ ἐποίησεν ὅσα εἶπεν αὐτῷ.
24そこでモーセは義父の声に聞き従い、彼が言った通りのことをすべて行った。
25Καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
25モーセは全イスラエルの中から有能な人々を選び、彼らを民の頭、すなわち千人の長、百人の長、五十人の長、十人の長とした。
26Καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν· πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί.
26彼らは常に民を裁いた。難しい事柄はモーセのところに持って来たが、小さな事柄はすべて彼ら自身で裁いた。
27Ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρὸν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
27モーセは義父を送り出し、彼は自分の地へ帰って行った。
Tip: use the ← and → keys to turn chapters.