ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 22
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου, καὶ ἀποδώσεις αὐτῷ.
1اگر گاو یا گوسفند برادر خود را گم شده بینی، از او رومگردان. آن را البته نزدبرادر خود برگردان.
2Ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπίοτῃ αὐτὸν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ.
2و اگر برادرت نزدیک تونباشد یا او را نشناسی، آن را به خانه خود بیاور ونزد تو بماند، تا برادرت آن را طلب نماید، آنگاه آن را به او رد نما.
3Οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου· ὅσα ἐὰν ἀπολῆται παρʼ αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν.
3و به الاغ او چنین کن و به لباسش چنین عمل نما و به هر چیز گمشده برادرت که از او گم شود و یافته باشی چنین عمل نما، نمی توانی از او روگردانی.
4Οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτοὺς, ἀνιστῶν ἀναστήσεις μετʼ αὐτοῦ.
4اگر الاغ یا گاو برادرت را در راه افتاده بینی، از آن رومگردان، البته آن را با او برخیزان.
5Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικίαν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου ἐστὶ πᾶς ποιῶν ταῦτα.
5متاع مرد بر زن نباشد، و مرد لباس زن رانپوشد، زیرا هرکه این کار را کند مکروه یهوه خدای توست.
6Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νοσσοῖς ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νοσσῶν ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων.
6اگر اتفاق آشیانه مرغی در راه به نظر تو آید، خواه بر درخت یا بر زمین، و در آن بچهها یاتخمها باشد، و مادر بر بچهها یا تخمها نشسته، مادر را با بچهها مگیر.
7Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος γένῃ.
7مادر را البته رها کن وبچهها را برای خود بگیر، تا برای تو نیکو شود وعمر دراز کنی.
8Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπʼ αὐτοῦ.
8چون خانه نو بنا کنی، بر پشت بام خوددیواری بساز، مبادا کسی از آن بیفتد و خون برخانه خود بیاوری.
9Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γέννημα, καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃς μετὰ τοῦ γεννήματος τοῦ ἀμπελῶνός σου.
9در تاکستان خود دو قسم تخم مکار، مباداتمامی آن، یعنی هم تخمی که کاشتهای و هم محصول تاکستان، وقف شود.
10Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό.
10گاو و الاغ را با هم جفت کرده، شیار منما.
11Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.
11پارچه مختلط از پشم و کتان با هم مپوش.
12Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς.
12بر چهار گوشه رخت خود که خود را به آن میپوشانی، رشتهها بساز.
13Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτήν,
13اگر کسی برای خود زنی گیرد و چون بدودرآید، او را مکروه دارد.
14καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν, καὶ λέγῃ, τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια·
14و اسباب حرف بدونسبت داده، از او اسم بد شهرت دهد و گوید این زن را گرفتم و چون به او نزدیکی نمودم، او را باکره نیافتم.
15Καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην.
15آنگاه پدر یا مادر آن دختر علامت بکارت دختر برداشته، نزد مشایخ شهر نزددروازه بیاورند.
16Καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ, τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν
16و پدر دختر به مشایخ بگوید: «دختر خود را به این مرد به زنی دادهام، و از اوکراهت دارد،
17νῦν οὗτος, ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέγων, οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια· καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου. Καὶ ἀναπτύξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως.
17و اینک اسباب حرف بدو نسبت داده، میگوید دختر تو را باکره نیافتم، و علامت بکارت دختر من این است.» پس جامه را پیش مشایخ شهر بگسترانند.
18Καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτόν,
18پس مشایخ آن شهرآن مرد را گرفته، تنبیه کنند.
19καὶ ξημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλίτιν, καὶ αὐτοῦ ἔσται γυνή· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
19و او را صد مثقال نقره جریمه نموده، به پدر دختر بدهند چونکه برباکره اسرائیل بدنامی آورده است. و او زن وی خواهد بود و در تمامی عمرش نمی تواند او رارها کند.
20Ἐὰν δὲ ἐπʼ ἀληθείας γένηται ὁ λόγος οὗτος, καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι,
20لیکن اگر این سخن راست باشد، و علامت بکارت آن دختر پیدا نشود،
21καὶ ἐξάξουσι τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς Ἰσραήλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
21آنگاه دختر را نزددر خانه پدرش بیرون آورند، و اهل شهرش او رابا سنگ سنگسار نمایند تا بمیرد، چونکه در خانه پدر خود زنا کرده، در اسرائیل قباحتی نموده است. پس بدی را از میان خود دور کردهای.
22Ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνωκισμένης ἀνδρί, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς, καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ.
22اگر مردی یافت شود که با زن شوهرداری همبستر شده باشد، پس هر دو یعنی مردی که بازن خوابیده است و زن، کشته شوند. پس بدی رااز اسرائیل دور کردهای.
23Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετʼ αὐτῆς,
23اگر دختر باکرهای به مردی نامزد شود ودیگری او را در شهر یافته، با او همبستر شود،
24ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πυλὴν τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις, καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει· καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
24پس هر دو ایشان را نزد دروازه شهر بیرون آورده، ایشان را با سنگها سنگسار کنند تا بمیرند؛ اما دختر را چونکه در شهر بود و فریاد نکرد، ومرد را چونکه زن همسایه خود را ذلیل ساخت، پس بدی را از میان خود دور کردهای.
25Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένῃν, καὶ βιασάμενος κοιμηθῇ μετʼ αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμώμενον μετʼ αὐτῆς μόνον.
25اما اگر آن مرد دختری نامزد را در صحرایابد و آن مرد به او زور آورده، با او بخوابد، پس آن مرد که با او خوابیده، تنها کشته شود.
26Καὶ τῇ νεάνιδι οὐκ ἔστιν ἁμάρτημα θανάτου· ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον, καὶ φονεύσῃ αὐτοῦ ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο,
26و اما بادختر هیچ مکن زیرا بر دختر، گناه مستلزم موت نیست، بلکه این مثل آن است که کسی بر همسایه خود برخاسته، او را بکشد.
27ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ οὐκ ἦν ὁ βοηθήσων αὐτῇ.
27چونکه او را درصحرا یافت و دختر نامزد فریاد برآورد و برایش رهانندهای نبود.
28Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετʼ αὐτῆς, καὶ εὑρεθῇ,
28و اگر مردی دختر باکرهای را که نامزدنباشد بیابد و او را گرفته، با او همبستر شود وگرفتار شوند،
29δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετʼ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνθʼ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
29آنکه آن مرد که با او خوابیده است پنجاه مثقال نقره به پدر دختر بدهد و آن دختر زن او باشد، چونکه او را ذلیل ساخته است و در تمامی عمرش نمی تواند او را رها کند.
no verse 30 in this text
30هیچکس زن پدر خود را نگیرد و دامن پدرخود را منکشف نسازد.
Tip: use the ← and → keys to turn chapters.