ΒΑΣΙΛΕΙΩΝ Β
Chapter 21
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Β 21

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου· καὶ εἶπε Κύριος, ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.
1ダビデの時代に、三年続きのききんがあった。ダビデが主の御顔を求めると、主は言われた。「これはサウルと、その血にまみれた家のためである。彼がギベオン人を殺したからだ。」
2Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας, καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνίται οὐχ υἱοὶ Ἰσραήλ εἰσιν, ὅτι ἀλλʼ ἢ ἐκ τοῦ ἐλλείμματος τοῦ Ἀμοῤῥαίου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα.
2王はギベオン人を呼び寄せて彼らに言った(ギベオン人はイスラエルの民ではなく、アモリ人の残りの者であった。イスラエルの民は彼らに誓っていたが、サウルはイスラエルとユダの人々への熱心から、彼らを殺そうとしていたのである)。
3Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας, τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσωμαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;
3ダビデはギベオン人に言った。「わたしはあなたがたのために何をすればよいのか。何をもって贖罪をすれば、あなたがたは主の民を祝福してくれるのか。」
4Καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνίται, οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ. Καὶ εἶπε, τί ὑμεῖς λέγετε, καὶ ποιήσω ὑμῖν;
4ギベオン人は彼に言った。「われわれとサウル、またその家との間の問題は、銀や金のことではありません。また、われわれがイスラエルの中でだれかを死なせることでもありません。」 彼は言った。「あなたがたの言うことなら、何でもあなたがたのために行おう。」
5καὶ εἶπαν πρὸς τὸν βασιλέα, ὁ ἀνὴρ ὃς συνετέλεσεν ἐφʼ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ.
5彼らは王に言った。「われわれを滅ぼし尽くし、イスラエルのどの領土にも残れないようにと企てたあの人、
6Δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου· καὶ εἶπεν ὁ βασιλεὺς, ἐγὼ δώσω.
6その息子たちのうち七人を、われわれに引き渡してください。主に選ばれた者サウルのギブアで、われわれは主の御前に彼らを吊るします。」 王は言った。「わたしは彼らを引き渡そう。」
7Καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀναμέσον αὐτῶν, καὶ ἀναμέσον Δαυὶδ, καὶ ἀναμέσον Ἰωνάθαν υἱοῦ Σαούλ.
7しかし王は、ダビデとサウルの息子ヨナタンとの間に結ばれた、主にかけた契約の誓いのゆえに、サウルの息子ヨナタンの息子メフィボシェテを惜しんだ。
8Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαοὺλ, τὸν Ἐρμωνοῒ καὶ τὸν Μεμφιβοσθὲ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μωουλαθί·
8王は、アヤの娘リツパがサウルに産んだ二人の息子アルモニとメフィボシェテ、またサウルの娘メラブがメホラ人バルジライの息子アドリエルに産んだ五人の息子を捕らえた。
9Καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου· καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
9彼は彼らをギベオン人の手に引き渡し、ギベオン人は主の御前の山で彼らを吊るした。こうして彼ら七人はともに倒れた。彼らは収穫の時期、すなわち大麦の収穫が始まる最初の日々に死に渡された。
10Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον, καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπʼ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ· καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπʼ αὐτοὺς ἡμέρας, καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.
10アヤの娘リツパは粗布を取り、収穫の初めから空から雨が彼らの上に降り注ぐまで、それを自分のために岩の上に広げた。彼女は昼には空の鳥が、夜には野の獣が彼らの上に下りることを許さなかった。
11Καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων.
11サウルのそばめであったアヤの娘リツパがしたことが、ダビデに告げられた。
12Καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ, καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβὶς Γαλαὰδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσὰν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ.
12ダビデは行って、サウルの骨とその息子ヨナタンの骨を、ヤベシュ・ギレアデの人々から受け取った。彼らは、ペリシテ人がギルボアでサウルを殺した日に、ペリシテ人が二人を吊るしたベテ・シャンの広場から、それらを盗み出していたのである。
13Καὶ ἁνένεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.
13彼はそこからサウルの骨とその息子ヨナタンの骨を運び上った。人々は吊るされた者たちの骨も集めた。
14Καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἡλιασθένων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς· καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.
14彼らはサウルとその息子ヨナタンの骨を、ベニヤミンの地ツェラにある、サウルの父キシュの墓に葬った。彼らは王が命じたすべてのことを行った。その後、神はその地のための祈りに答えられた。
15Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυίδ.
15ペリシテ人は再びイスラエルと戦った。ダビデは自分のしもべたちとともに下って行き、ペリシテ人と戦ったが、疲れ果てた。
16Καὶ Ἰεσβὶ, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ, τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ.
16巨人の息子たちの一人であるイシュビ・ベノブは、ダビデを殺そうとした。彼の槍の重さは青銅三百シェケル であり、彼は新しい剣で武装していた。
17Καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ, λέγοντες, οὐκ ἐξελεύσῃ ἔτι μεθʼ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.
17しかし、ツェルヤの息子アビシャイがダビデを助け、そのペリシテ人を打って殺した。そのとき、ダビデの部下たちは彼に誓って言った。「あなたはもう、われわれとともに戦いに出て行ってはなりません。イスラエルのともしびを消してはならないからです。」
18Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξε Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐγγόνοις τοῦ Ῥαφά.
18この後、ゴブで再びペリシテ人との戦いがあった。そのとき、フシャ人シベカイが、巨人の息子たちの一人であるサフを殺した。
19Καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βαιθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθαῖον· καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
19さらにゴブでペリシテ人との戦いがあった。ベツレヘム人ヤアレ・オレギムの息子エルハナンが、ガテ人ゴリアテの兄弟を殺した。その槍の柄は機織りの巻き棒のようであった。
20Καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ μαδὼν, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ, καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἓξ, εἰκοσιτέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφᾴ.
20さらにガテでも戦いがあった。そこには非常に背の高い男がいた。彼にはそれぞれの手に六本の指、それぞれの足に六本の指があり、その数は二十四本であった。彼もまた巨人の子孫であった。
21Καὶ ὠνείδισε τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεῒ ἀδελφοῦ Δαυίδ.
21彼がイスラエルをそしったので、ダビデの兄弟シメイの息子ヨナタンが彼を殺した。
22Οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυὶδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.
22これら四人はガテで巨人の子孫として生まれた者たちであり、ダビデの手とそのしもべたちの手によって倒れた。

Tip: use the ← and → keys to turn chapters.