ΒΑΣΙΛΕΙΩΝ Δ 2
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.
1主がエリヤをつむじ風で天へ上げようとされたとき、エリヤはエリシャとともにギルガルから出て行った。
2Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.
2エリヤはエリシャに言った。「ここにとどまっていてくれ。主がわたしをベテルまで遣わされたのだ。」 エリシャは答えた。「主は生きておられます。あなたの命にかけて誓います。わたしは決してあなたを離れません。」こうして二人はベテルへ下って行った。
3Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε.
3ベテルにいた預言者の子らがエリシャのところに出て来て言った。「主が今日、あなたの主人をあなたのもとから取り上げられることを知っていますか。」 彼は言った。「そうだ、わたしは知っている。黙っていなさい。」
4Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
4エリヤは彼に言った。「エリシャよ、どうか、ここにとどまってくれ。主がわたしをエリコに遣わされたからだ。」 彼は言った。「主は生きておられ、あなたの命にかけて誓います。わたしはあなたから離れません。」こうして彼らはエリコに来た。
5Καὶ ἤγγισαν οἱ υἱοῖ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύρίον σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.
5エリコにいた預言者の子らがエリシャに近づいて、彼に言った。「主が今日、あなたの上からあなたの主人を取り去られることを、あなたは知っているか。」 彼は答えた。「そうだ、わたしは知っている。黙っていなさい。」
6Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι,
6エリヤは彼に言った。「どうか、ここにとどまってくれ。主がわたしをヨルダン川に遣わされたからだ。」 彼は言った。「主は生きておられ、あなたの命にかけて誓います。わたしはあなたから離れません。」こうして彼ら二人は進んで行った。
7καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.
7預言者の子らのうち五十人がついて行き、遠く離れた所から二人を見守った。エリヤとエリシャはヨルダン川の岸に立った。
8Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
8エリヤは自分の外套を取り、丸めて水を打った。すると水が左右に分かれ、二人は乾いた地を渡った。
9Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ.
9彼らが渡った後、エリヤはエリシャに言った。「わたしがあなたから取り去られる前に、わたしがあなたのために何をすべきか求めなさい。」 エリシャは答えた。「どうか、あなたの霊の二倍の分を、わたしに受け継がせてください。」
10Καὶ εἶπεν Ἠλιοὺ, ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μὴ, οὐ μὴ γένηται.
10エリヤは言った。「あなたは難しいことを求めた。わたしが取り去られる時に、あなたがわたしを見ているなら、その願いはかなう。見ていなければ、かなわない。」
11Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διέστειλεν ἀναμέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
11二人が歩きながら語り合っていると、突然、火の戦車と火の馬が現れて二人を隔て、エリヤはつむじ風に乗って天へ上って行った。
12Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.
12エリシャはそれを見て、「わが父よ、わが父よ。イスラエルの戦車とその騎兵たちよ!」と叫んだ。 彼はもはや彼を見ることはなかった。彼は自分の服をつかみ、それを二つに引き裂いた。
13Καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ· καὶ ἐπέστρεψεν Ἑλισαιὲ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου,
13彼はまた、エリヤから落ちた外套を拾い上げ、戻って行ってヨルダン川の岸辺に立った。
14καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.
14エリヤから落ちた外套で水を打ち、「エリヤの神、主はどこにおられるのか」と叫んだ。彼が水を打つと、水は左右に分かれ、エリシャは渡った。
15Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας, καὶ εἶπον, ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν,
15彼の向かいのエリコにいた預言者の子らが彼を見たとき、彼らは「エリヤの霊がエリシャの上にとどまっている」と言った。彼らは彼を迎えに来て、彼の前で地にひれ伏した。
16καὶ εἶπον πρὸς αὐτὸν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ ἀποστελεῖτε.
16彼らは言った。「ここには、あなたのしもべである屈強な男が五十人います。彼らを行かせて、あなたの主人を捜させてください。主の霊が彼を運び上げ、どこかの山か谷に降ろされたかもしれません。」 彼は言った。「彼らを遣わしてはならない。」
17Καὶ παρεβιάσαντο αὐτὸν, ἕως οὗ ᾐσχύνετο· καὶ εἶπεν, ἀποστείλατε· καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν.
17彼らが恥じ入るほど彼に強く勧めたので、彼は「遣わすがよい」と言った。そこで彼らは五十人の男を遣わし、三日間探したが、彼を見つけることはできなかった。
18Καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ· καὶ εἶπεν Ἑλισαῖε, οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
18彼がエリコにとどまっている間に、彼らは彼のもとに帰って来た。彼は彼らに言った。「『行くな』とあなたがたに言ったではないか。」
19Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθὴ, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη.
19町の人々はエリシャに言った。「わが主君もご覧のとおり、この町の立地は良いのですが、水が悪く、土地は実りません。」
20Καὶ εἶπεν Ἑλισαιὲ λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν.
20彼は言った。「新しい壺をわたしのところに持って来て、そこに塩を入れなさい。」彼らはそれを彼のところに持って来た。
21Καὶ ἐξῆλθεν Ἐλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα, καὶ εἶπε, τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.
21彼は水の泉へ出て行き、そこに塩を投げ入れて言った。「主はこう言われる。『わたしはこの水をいやした。ここから死や不毛が生じることは、もはやない。』」
22Καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ ὃ ἐλάλησε.
22エリシャが語った言葉のとおりに、水はいやされて今日に至っている。
23Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ, καὶ εἶπον αὐτῷ, ἀνάβαινε φαλακρὲ, ἀνάβαινε.
23エリシャはそこからベテルへ上った。道を上っていると、町から若者たちが出て来て、彼をあざけった。「上れ、はげ頭!上れ、はげ頭!」
24Καὶ ἐξένευσεν ὀπίσω αὐτῶν, καὶ εἶδεν αὐτὰ, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ, καὶ ἀνέῤῥηξαν ἀπʼ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
24彼は後ろを振り向いて彼らを見、主の御名によって彼らを呪った。すると森から二頭の雌熊が出て来て、彼らのうち四十二人の若者をかき裂いた。
25Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, κᾀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
25彼はそこからカルメル山へ行き、そこからサマリアへ帰った。
Tip: use the ← and → keys to turn chapters.