ΒΑΣΙΛΕΙΩΝ Δ 12
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Υἱὸς ἐπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτόν.
1در سال هفتم ییهو، یهوآش پادشاه شدو چهل سال در اورشلیم پادشاهی کرد.
2Ἐν ἔτει ἑβδόμῳ τῷ Ἰοὺ ἐβασίλευσεν Ἰωὰς, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαβιὰ ἐκ τῆς Βηρσαβεέ.
2و یهوآش آنچه را که در نظر خداوند پسند بود، در تمام روزهایی که یهویاداع کاهن او را تعلیم میداد، بجا میآورد.
3Καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ἰωδαὲ ὁ ἱερεύς.
3مگر این که مکان های بلند برداشته نشد و قوم هنوز در مکان های بلند قربانی میگذرانیدند و بخور میسوزانیدند.
4Πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
4و یهوآش به کاهنان گفت: «تمام نقره موقوفاتی که به خانه خداوند آورده شود، یعنی نقره رایج و نقره هر کس برحسب نفوسی که برای او تقویم شده است، و هر نقرهای که در دل کسی بگذرد که آن را به خانه خداوند بیاورد،
5Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς, πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου,
5کاهنان آن را نزد خود بگیرند، هر کس از آشنای خود، وایشان خرابیهای خانه را هر جا که در آن خرابی پیدا کنند، تعمیر نمایند.»
6λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς, ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ.
6اما چنان واقع شد که در سال بیست و سوم یهوآش پادشاه، کاهنان، خرابیهای خانه را تعمیر نکرده بودند.
7Καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδέκ τοῦ οἴκου.
7و یهوآش پادشاه، یهویاداع کاهن و سایر کاهنان را خوانده، به ایشان گفت که «خرابیهای خانه را چرا تعمیرنکردهاید؟ پس الان نقرهای دیگر از آشنایان خودمگیرید بلکه آن را به جهت خرابیهای خانه بدهید.»
8Καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπε πρὸς αὐτούς, τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό.
8و کاهنان راضی شدند که نه نقره از قوم بگیرند و نه خرابیهای خانه را تعمیر نمایند.
9Καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ, καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου.
9و یهویاداع کاهن صندوقی گرفته و سوراخی در سرپوش آن کرده، آن را به پهلوی مذبح به طرف راست راهی که مردم داخل خانه خداوندمی شدند، گذاشت. و کاهنانی که مستحفظان دربودند، تمامی نقرهای را که به خانه خداوندمی آوردند، در آن گذاشتند.
10Καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησε τρώγλην ἐπὶ τῇς σανίδος αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἁμμαζειβὶ ἐν τῷ οἴκῳ ἀδρος οἴκου Κυρίου· και ἔδωκας οἱ ἱερεῖς οἱ ἱεπεῖς φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου·
10و چون دیدند که نقره بسیار در صندوق بود، کاتب پادشاه و رئیس کهنه برآمده، نقرهای را که در خانه خداوند یافت میشد، در کیسه هابسته، حساب آن را میدادند.
11Καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσθιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
11و نقرهای را که حساب آن داده میشد، بهدست کارگذارانی که برخانه خداوند گماشته بودند، میسپردند. و ایشان آن را به نجاران و بنایان که در خانه خداوند کارمی کردند، صرف مینمودند،
12Καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκοπῶν οἴκου· Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων, καὶ τοῖς οἱκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου,
12و به معماران وسنگ تراشان و به جهت خریدن چوب وسنگهای تراشیده برای تعمیر خرابیهای خانه خداوند، و به جهت هر خرجی که برای تعمیرخانه لازم میبود.
13καὶ τοῖς τειχισταῖς, καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι.
13اما برای خانه خداوندطاسهای نقره و گلگیرها و کاسهها و کرناها و هیچ ظرفی از طلا و نقره از نقدی که به خانه خداوندمی آوردند، ساخته نشد.
14Πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι, καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν, καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου,
14زیرا که آن را بهکارگذاران دادند تا خانه خداوند را به آن، تعمیرنمایند.
15ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό· καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου.
15و از کسانی که نقره را بهدست ایشان میدادند تا بهکارگذاران بسپارند، حساب نمی گرفتند، زیرا که ایشان به امانت رفتارمی نمودند.
16Καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν.
16اما نقره قربانی های جرم و نقره قربانی های گناه را به خانه خداوند نمی آوردند، چونکه از آن کاهنان میبود.
17Ἀργύριον περὶ ἁμαρτίας, καὶ ἀργύριον περὶ πλημμελείας, ὅ, τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο.
17آنگاه حزائیل، پادشاه ارام برآمده، با جت جنگ نمود و آن را تسخیر کرد. پس حزائیل توجه نموده، به سوی اورشلیم برآمد.
18Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατελάβετο αὐτήν· καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ.
18ویهوآش، پادشاه یهودا تمامی موقوفاتی را که پدرانش، یهوشافاط و یهورام و اخزیا، پادشاهان یهودا وقف نموده بودند و موقوفات خود وتمامی طلا را که در خزانه های خانه خداوند وخانه پادشاه یافت شد، گرفته، آن را نزد حزائیل، پادشاه ارام فرستاد و او از اورشلیم برفت.
19Καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ Ἰωρὰμ καὶ Ὀχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ, καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ἱερουσαλήμ.
19و بقیه وقایع یوآش و هرچه کرد، آیا در کتاب تواریخ ایام پادشاهان یهودا مکتوب نیست؟
20Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
20و خادمانش برخاسته، فتنه انگیختند ویوآش را در خانه ملو به راهی که به سوی سلی فرود میرود، کشتند.
21Καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Σελά.
21زیرا خادمانش، یوزاکاربن شمعت و یهوزاباد بن شومیر، او را زدند که مردو او را با پدرانش در شهر داود دفن کردند وپسرش امصیا در جایش سلطنت نمود.
22Καὶ Ἰεζιρχὰρ υἱὸς Ἱεμουὰθ, καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ, οἱ δοῦλοι αὐτοῦ, ἐπάταξαν αὐτὸν καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἑν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
no verse 22 in this text
Tip: use the ← and → keys to turn chapters.