ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 29
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Reina-Valera 1909
1Καὶ Ἐζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβιὰ, θυγάτηρ Ζαχαρίου.
1Y EZECHÎAS comenzó á reinar siendo de veinticinco años, y reinó veintinueve años en Jerusalem. El nombre de su madre fué Abía, hija de Zachârías.
2Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
2E hizo lo recto en ojos de Jehová, conforme á todas las cosas que había hecho David su padre.
3Καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
3En el primer año de su reinado, en el mes primero, abrió las puertas de la casa de Jehová, y las reparó.
4Καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς,
4E hizo venir los sacerdotes y Levitas, y juntólos en la plaza oriental.
5καὶ εἶπεν αὐτοῖς, ἀκούσατε οἱ Λευῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·
5Y díjoles: Oidme, Levitas, y santificaos ahora, y santificaréis la casa de Jehová el Dios de vuestros padres, y sacaréis del santuario la inmundicia.
6Ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν, καὶ ἐγκατέλιπαν αὐτὸν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου, καὶ ἔδωκαν αὐχένα,
6Porque nuestros padres se han rebelado, y han hecho lo malo en ojos de Jehová nuestro Dios; que le dejaron, y apartaron sus ojos del tabernáculo de Jehová, y le volvieron las espaldas.
7καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ.
7Y aun cerraron las puertas del pórtico, y apagaron las lámparas; no quemaron perfume, ni sacrificaron holocausto en el santuario al Dios de Israel.
8Καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
8Por tanto la ira de Jehová ha venido sobre Judá y Jerusalem, y los ha entregado á turbación, y á execración y escarnio, como veis vosotros con vuestros ojos.
9Καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
9Y he aquí nuestros padres han caído á cuchillo, nuestros hijos y nuestras hijas y nuestras mujeres son cautivas por esto.
10Ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.
10Ahora pues, yo he determinado hacer alianza con Jehová el Dios de Israel, para que aparte de nosotros la ira de su furor.
11Καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν, καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.
11Hijos míos, no os engañéis ahora, porque Jehová os ha escogido á vosotros para que estéis delante de él, y le sirváis, y seáis sus ministros, y le queméis perfume.
12Καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ Ἀμασὶ, καὶ Ἰωὴλ ὁ τοῦ Ἀζαρίου ἐκ τῶν υἱῶν Καάθ· καὶ ἐκ τῶν υἱῶν Μεραρὶ, Κὶς ὁ τοῦ Ἀβδὶ, καὶ Ἀζαρίας ὁ τοῦ Ἰλαελήλ· καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ, Ἰωδαὰδ ὁ τοῦ Ζεμμὰθ, καὶ Ἰωαδάμ· οὗτοι υἱοὶ Ἰωαχά.
12Entonces los Levitas se levantaron, Mahath hijo de Amasai, y Joel hijo de Azarías, de los hijos de Coath; y de los hijos de Merari, Cis hijo de Abdi, y Azarías hijo de Jehaleleel; y de los hijos de Gersón, Joah hijo de Zimma, y Edén hijo de Joah;
13Καὶ τῶν υἱῶν Ἐλισαφὰν, Ζαμβρὶ, καὶ Ἰεϊήλ· καὶ τῶν υἱῶν Ἀσὰφ, Ζαχαρίας καὶ Ματθανίας·
13Y de los hijos de Elisaphán, Simri y Jehiel; y de los hijos de Asaph, Zachârías y Mathanías;
14Καὶ τῶν υἱῶν Αἰμὰν, Ἰεϊὴλ καὶ Σεμεΐ· καὶ τῶν υἱῶν Ἰδιθοὺν, Σαμαίας, καὶ Ὀζιήλ.
14Y de los hijos de Hemán, Jehiel y Simi; y de los hijos de Jeduthún, Semeías y Uzziel.
15Καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου, καθαρίσαι τὸν οἶκον Κυρίου.
15Estos juntaron á sus hermanos, y santificáronse, y entraron, conforme al mandamiento del rey y las palabras de Jehová, para limpiar la casa de Jehová.
16Καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου, καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω.
16Y entrando los sacerdotes dentro de la casa de Jehová para limpiarla, sacaron toda la inmundicia que hallaron en el templo de Jehová, al atrio de la casa de Jehová; la cual tomaron los Levitas, para sacarla fuera al torrente de Cedrón.
17Καὶ ἤρξατο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
17Y comenzaron á santificar el primero del mes primero, y á los ocho del mismo mes vinieron al pórtico de Jehová: y santificaron la casa de Jehová en ocho días, y en el dieciséis del mes primero acabaron.
18Καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐξεκίαν τὸν βασιλέα, καὶ εἶπαν, ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς,
18Luego pasaron al rey Ezechîas, y dijéronle: Ya hemos limpiado toda la casa de Jehová, el altar del holocausto, y todos sus instrumentos, y la mesa de la proposición con todos sus utensilios.
19καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν ὁ βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίσαμεν· ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστήριου Κυρίου.
19Asimismo hemos preparado y santificado todos los vasos que en su prevaricación había maltratado el rey Achâz, cuando reinaba: y he aquí están delante del altar de Jehová.
20Καὶ ὤρθρισεν Ἐζεκίας ὁ βασιλεὺς, καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου.
20Y levantándose de mañana el rey Ezechîas reunió los principales de la ciudad, y subió á la casa de Jehová.
21Καὶ ἀνήνεγκε μόσχους ἑπτὰ, κριοὺς ἑπτὰ, ἀμνοὺς ἑπτὰ, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραήλ· καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.
21Y presentaron siete novillos, siete carneros, siete corderos, y siete machos de cabrío, para expiación por el reino, por el santuario y por Judá. Y dijo á los sacerdotes hijos de Aarón, que los ofreciesen sobre el altar de Jehová.
22Καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριοὺς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνοὺς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ.
22Mataron pues los bueyes, y los sacerdotes tomaron la sangre, y esparciéronla sobre el altar; mataron luego los carneros, y esparcieron la sangre sobre el altar; asimismo mataron los corderos, y esparcieron la sangre sobre el altar.
23Καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς.
23Hicieron después llegar los machos cabríos de la expiación delante del rey y de la multitud, y pusieron sobre ellos sus manos:
24Καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραὴλ, ὅτι εἶπεν ὁ βασιλεὺς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις, καὶ τὰ περὶ ἁμαρτίας.
24Y los sacerdotes los mataron, y expiando esparcieron la sangre de ellos sobre el altar, para reconciliar á todo Israel: porque por todo Israel mandó el rey hacer el holocausto y la expiación.
25Καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.
25Puso también Levitas en la casa de Jehová con címbalos, y salterios, y arpas, conforme al mandamiento de David, y de Gad vidente del rey, y de Nathán profeta: porque aquel mandamiento fué por mano de Jehová, por mano de sus profetas.
26Καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ, καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.
26Y los Levitas estaban con los instrumentos de David, y los sacerdotes con trompetas.
27Καὶ εἶπεν Ἐζεκίας ἀνένεγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν, ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ.
27Entonces mandó Ezechîas sacrificar el holocausto en el altar; y al tiempo que comenzó el holocausto, comenzó también el cántico de Jehová, con las trompetas y los instrumentos de David rey de Israel.
28Καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.
28Y toda la multitud adoraba, y los cantores cantaban, y los trompetas sonaban las trompetas; todo hasta acabarse el holocausto.
29Καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες, καὶ προσεκύνησαν.
29Y como acabaron de ofrecer, inclinóse el rey, y todos los que con él estaban, y adoraron.
30Καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις, ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν.
30Entonces el rey Ezechîas y los príncipes dijeron á los Levitas que alabasen á Jehová por las palabras de David y de Asaph vidente: y ellos alabaron con grande alegría, é inclinándose adoraron.
31Καὶ ἀπεκρίθη Ἐζεκίας, καὶ εἶπε, νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
31Y respondiendo Ezechîas dijo: Vosotros os habéis consagrado ahora á Jehová; llegaos pues, y presentad sacrificios y alabanzas en la casa de Jehová. Y la multitud presentó sacrificios y alabanzas; y todo liberal de corazón, holocaustos.
32Καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατὸν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.
32Y fué el número de los holocaustos que trajo la congregación, setenta bueyes, cien carneros, doscientos corderos; todo para el holocausto de Jehová.
33Καὶ οἱ ἠγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.
33Y las ofrendas fueron seiscientos bueyes, y tres mil ovejas.
34Ἀλλʼ ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι, καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς· ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.
34Mas los sacerdotes eran pocos, y no podían bastar á desollar los holocaustos; y así sus hermanos los Levitas les ayudaron hasta que acabaron la obra, y hasta que los sacerdotes se santificaron: porque los Levitas tuvieron mayor prontitud de corazón para santificarse, que los sacerdotes.
35Καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.
35Así pues hubo gran multitud de holocaustos, con sebos de pacíficos, y libaciones de cada holocausto. Y quedó ordenado el servicio de la casa de Jehová.
36Καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς, διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.
36Y alegróse Ezechîas, y todo el pueblo, de que Dios hubiese preparado el pueblo; porque la cosa fué prestamente hecha.
Tip: use the ← and → keys to turn chapters.