ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 28
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 28

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
1و آحاز بیست ساله بود که پادشاه شد وشانزده سال در اورشلیم پادشاهی کرد. اما آنچه در نظر خداوند پسند بود، موافق پدرش داود به عمل نیاورد.
2Καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησε, καὶ τοῖς εἰδώλοις αὐτῶν
2بلکه به طریق های پادشاهان اسرائیل سلوک نموده، تمثالها نیز برای بعلیم ریخت.
3ἐν γὲ Βενεννόμ· καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
3و در وادی ابن هنوم بخورسوزانید، و پسران خود را برحسب رجاسات امت هایی که خداوند از حضور بنی‌اسرائیل اخراج نموده بود، سوزانید.
4Καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν δωμάτων, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
4و بر مکان های بلندو تلها و زیر هر درخت سبز قربانی‌ها گذرانید وبخور‌سوزانید.
5Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
5بنابراین، یهوه خدایش او را به‌دست پادشاه ارام تسلیم نمود که ایشان او را شکست داده، اسیران بسیاری از او گرفته، به دمشق بردند. و به‌دست پادشاه اسرائیل نیز تسلیم شد که او راشکست عظیمی داد.
6Καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
6و فقح بن رملیا صد وبیست هزار نفر را که جمیع ایشان مردان جنگی بودند، در یک روز در یهودا کشت، چونکه یهوه خدای پدران خود را ترک نموده بودند.
7Καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασίαν τὸν υἱὸν τοῦ βασιλέως, καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.
7و زکری که مرد شجاع افرایمی بود، معسیا پسر پادشاه، عزریقام ناظر خانه، و القانه را که شخص اول بعداز پادشاه بود، کشت.
8Καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας· καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.
8پس بنی‌اسرائیل دویست هزار نفر زنان وپسران و دختران از برادران خود به اسیری بردند ونیز غنیمت بسیاری از ایشان گرفتند و غنیمت رابه سامره بردند.
9Καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ Κυρίου, Ὠδὴδ ὄνομα αὐτῷ· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθακε.
9و در آنجا نبی از جانب خداوندعودید نام بود که به استقبال لشکری که به سامره برمی گشتند آمده، به ایشان گفت: «اینک از این جهت که یهوه خدای پدران شما بر یهوداغضبناک می‌باشد، ایشان را به‌دست شما تسلیم نمود و شما ایشان را با غضبی که به آسمان رسیده است، کشتید.
10Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν;
10و حال شما خیال می‌کنید که پسران یهودا و اورشلیم را به عنف غلامان وکنیزان خود سازید. و آیا با خود شما نیز تقصیرهابه ضد یهوه خدای شما نیست؟
11Καὶ νῦν ἀκούσατέ μου, καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφʼ ὑμῖν.
11پس الان مرابشنوید و اسیرانی را که از برادران خود آورده‌اید، برگردانید زیرا که حدت خشم خداوند بر شمامی باشد.»
12Καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραὶμ, Οὐδείας ὁ τοῦ Ἰωανοῦ, καὶ Βαραχίας ὁ τοῦ Μοσολαμὼθ, καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ, καὶ Ἀμασίας ὁ τοῦ Ἐλδαῒ ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου,
12آنگاه بعضی از روسای بنی افرایم یعنی عزریا ابن یهوحانان و برکیا ابن مشلیموت ویحزقیا ابن شلوم و عماسا ابن حدلای با آنانی که از جنگ می‌آمدند، مقاومت نمودند.
13καὶ εἶπαν αὐτοῖς, οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφʼ ἡμᾶς, ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν, καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
13و به ایشان گفتند که «اسیران را به اینجا نخواهید آوردزیرا که تقصیری به ضد خداوند بر ما هست وشما می‌خواهید که گناهان و تقصیرهای ما رامزید کنید زیرا که تقصیر ما عظیم است و حدت خشم بر اسرائیل وارد شده است.»
14Καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.
14پس لشکریان، اسیران و غنیمت را پیش روسا وتمامی جماعت واگذاشتند.
15Καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς, καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
15و آنانی که اسم ایشان مذکور شد برخاسته، اسیران را گرفتند وهمه برهنگان ایشان را از غنیمت پوشانیده، ملبس ساختند و کفش به پای ایشان کرده، ایشان راخورانیدند و نوشانیدند و تدهین کرده، تمامی ضعیفان را بر الاغها سوار نموده، ایشان را به اریحا که شهر نخل باشد نزد برادرانشان رسانیده، خود به سامره مراجعت کردند.
16Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχας πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ
16و در آن زمان، آحاز پادشاه نزد پادشاهان آشور فرستاد تا او را اعانت کنند.
17καὶ ἐν τούτῳ, ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο, καὶ ἐπάταξαν ἐν Ἰούδα, καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν.
17زیرا که ادومیان هنوز می‌آمدند و یهودا را شکست داده، اسیران می‌بردند.
18Καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς, καὶ ἀπὸ Λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσαμὺς, καὶ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκαν τῷ βασιλεῖ τὴν Ἀϊλὼν, καὶ τὴν Γαληρὼ, καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ.
18و فلسطینیان بر شهرهای هامون و جنوبی یهودا هجوم آوردند و بیت شمس و ایلون و جدیروت و سوکو را با دهاتش وتمنه را با دهاتش و جمزو را با دهاتش گرفته، درآنها ساکن شدند.
19Ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου.
19زیرا خداوند یهودا را به‌سبب آحاز، پادشاه اسرائیل ذلیل ساخت، چونکه او یهودا را به‌سرکشی واداشت و به خداوندخیانت عظیمی ورزید.
20Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαλγαφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν.
20پس تلغت فلناسر، پادشاه آشور بر او برآمد و او را به تنگ آورد ووی را تقویت نداد.
21Καὶ ἔλαβεν Ἄχας τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,
21زیرا که آحاز خانه خداوندو خانه های پادشاه و سروران را تاراج کرده، به پادشاه آشور داد، اما او را اعانت ننمود.
22ἀλλʼ ἢ τῷ θλιβῆναι αὐτόν· καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ,
22و چون او را به تنگ آورده بود، همین آحازپادشاه به خداوند بیشتر خیانت ورزید.
23ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτοὺς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.
23زیرا که برای خدایان دمشق که او را شکست داده بودند، قربانی گذرانید و گفت: «چونکه خدایان پادشاهان ارام، ایشان را نصرت داده‌اند، پس من برای آنهاقربانی خواهم گذرانید تا مرا اعانت نمایند.» اماآنها سبب هلاکت وی و تمامی اسرائیل شدند.
24Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλὴμ,
24و آحاز اسباب خانه خدا را جمع کرد و آلات خانه خدا را خرد کرد و درهای خانه خداوند رابسته، مذبح‌ها برای خود در هر گوشه اورشلیم ساخت.
25καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾷν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
25و در هر شهری از شهرهای یهودا، مکان های بلند ساخت تا برای خدایان غریب بخور‌سوزانند. پس خشم یهوه خدای پدران خود را به هیجان آورد.
26Καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
26و بقیه وقایع وی و همه طریق های اول و آخر او، اینک در تواریخ پادشاهان یهودا و اسرائیل مکتوب است.
27Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
27پس آحاز با پدران خود خوابید و او را در شهراورشلیم دفن کردند، اما او را به مقبره پادشاهان اسرائیل نیاوردند. و پسرش حزقیا به‌جایش پادشاه شد.

Tip: use the ← and → keys to turn chapters.