ΒΑΣΙΛΕΙΩΝ Γ
Chapter 18
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Γ 18

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγων, πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
1و بعد از روزهای بسیار، کلام خداونددر سال سوم، به ایلیا نازل شده، گفت: «برو و خود را به اخاب بنما و من بر زمین باران خواهم بارانید.»
2Καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαὰβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
2پس ایلیا روانه شد تا خود را به اخاب بنماید و قحط در سامره سخت بود.
3Καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδιοὺ τὸν οἰκονόμον· καὶ Ἀβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα.
3واخاب عوبدیا را که ناظر خانه او بود، احضار نمودو عوبدیا از خداوند بسیار می‌ترسید.
4Καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔλαβεν Ἀβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι.
4و هنگامی که ایزابل انبیای خداوند را هلاک می‌ساخت، عوبدیا صد نفر از انبیا را گرفته، ایشان را پنجاه پنجاه در مغاره پنهان کرد و ایشان را به نان و آب پرورد.
5Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδιοὺ, δεῦρο, καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάῤῥους, ἐὰν πῶς εὕρωμεν βοτάνην, καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.
5و اخاب به عوبدیا گفت: «در زمین نزدتمامی چشمه های آب و همه نهرها برو که شایدعلف پیدا کرده، اسبان و قاطران را زنده نگاه داریم و همه بهایم از ما تلف نشوند.»
6Καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
6پس زمین را درمیان خود تقسیم کردند تا در آن عبور نمایند؛ اخاب به یک راه تنها رفت، و عوبدیا به راه دیگر، تنها رفت.
7Καὶ ἦν Ἀβδιοὺ ἐν τῇ ὁδῷ μόνος· καὶ ἦλθεν Ἠλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδιοὺ ἔσπευσε καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλιού;
7و چون عوبدیا در راه بود، اینک ایلیا بدوبرخورد و او وی را شناخته، به روی خود درافتاده، گفت: «آیا آقای من ایلیا، تو هستی؟»
8Καὶ εἶπεν Ἠλιοὺ αὐτῷ, ἑγώ· πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού.
8او را جواب داد که «من هستم، برو و به آقای خودبگو که اینک ایلیاست.»
9Καὶ εἶπεν Ἀβδιοὺ, τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με;
9گفت: «چه گناه کرده‌ام که بنده خود را به‌دست اخاب تسلیم می‌کنی تامرا بکشد.
10Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε· καὶ εἰ εἶπον, οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε.
10به حیات یهوه، خدای تو قسم که قومی و مملکتی نیست، که آقایم به جهت طلب تو آنجا نفرستاده باشد و چون می‌گفتند که اینجانیست به آن مملکت و قوم قسم می‌داد که تو رانیافته‌اند.
11Καὶ νῦν σὺ λέγεις, πορεύου, ἀνάγγελε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού.
11و حال می‌گویی برو به آقای خودبگو که اینک ایلیاست؟
12Καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σου ἐστὶ φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
12و واقع خواهد شد که چون از نزد تو رفته باشم، روح خداوند تو را به‌جایی که نمی دانم، بردارد و وقتی که بروم و به اخاب خبر دهم و او تو را نیابد، مرا خواهد کشت. و بنده ات از طفولیت خود از خداوند می‌ترسد.
13Ἢ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
13مگر آقایم اطلاع ندارد از آنچه من هنگامی که ایزابل انبیای خداوند را می‌کشت کردم، که چگونه صد نفر از انبیای خداوند را پنجاه پنجاه در مغاره‌ای پنهان کرده، ایشان را به نان و آب پروردم.
14Καὶ νῦν σὺ λέγεις μοι, πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού· καὶ ἀποκτενεῖ με.
14و حال تو می‌گویی برو و آقای خود رابگو که اینک ایلیاست؟ و مرا خواهد کشت.»
15Καὶ εἶπεν Ἠλιοὺ, ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
15ایلیا گفت: «به حیات یهوه، صبایوت که به حضور وی ایستاده‌ام قسم که خود را امروز به وی ظاهر خواهم نمود.»
16Καὶ ἐπορεύθη Ἀβδιοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ, καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Ἀχαὰβ, καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλιού.
16پس عوبدیا برای ملاقات اخاب رفته، او را خبر داد و اخاب به جهت ملاقات ایلیا آمد.
17Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ;
17و چون اخاب ایلیا را دید، اخاب وی راگفت: «آیا تو هستی که اسرائیل را مضطرب می‌سازی؟»
18Καὶ εἶπεν Ἠλιοὺ, οὐ διαστρέφω τὸν Ἰσραὴλ, ὅτι ἀλλʼ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ.
18گفت: «من اسرائیل را مضطرب نمی سازم، بلکه تو و خاندان پدرت، چونکه اوامرخداوند را ترک کردید و تو پیروی بعلیم رانمودی.
19Καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ἰεζάβελ.
19پس الان بفرست و تمام اسرائیل را نزد من بر کوه کرمل جمع کن و انبیای بعل را نیزچهارصد و پنجاه نفر، و انبیای اشیریم راچهارصد نفر که بر سفره ایزابل می‌خورند.»
20Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ, καὶ ἐπισυνήγαγεπάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
20پس اخاب نزد جمیع بنی‌اسرائیل فرستاده، انبیا را بر کوه کرمل جمع کرد.
21Καὶ προσήγαγεν Ἠλιοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλιοὺ, ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις· εἰ ἔστι Κύριος ὁ Θεὸς, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ· καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
21و ایلیابه تمامی قوم نزدیک آمده، گفت: «تا به کی درمیان دو فرقه می‌لنگید؟ اگر یهوه خداست، او راپیروی نمایید! و اگر بعل است، وی را پیروی نمایید!» اما قوم در جواب او هیچ نگفتند.
22Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν, ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος· καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
22پس ایلیا به قوم گفت: من تنها نبی یهوه باقی‌مانده‌ام وانبیای بعل چهارصد و پنجاه نفرند.
23Δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.
23پس به مادو گاو بدهند و یک گاو به جهت خود انتخاب کرده، و آن را قطعه قطعه نموده، آن را بر هیزم بگذارند و آتش ننهند و من گاو دیگر را حاضرساخته، بر هیزم می‌گذارم و آتش نمی نهم.
24Καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου· καὶ ἔσται ὁ θεὸς ὃς ἂν ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεός· καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς, καὶ εἶπον, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.
24وشما اسم خدای خود را بخوانید و من نام یهوه راخواهم خواند و آن خدایی که به آتش جواب دهد، او خدا باشد.» و تمامی قوم در جواب گفتند: «نیکو گفتی.»
25Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης, ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς· καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε.
25پس ایلیا به انبیای بعل گفت: «یک گاو برای خود انتخاب کرده، شما اول آن را حاضر سازید زیرا که بسیار هستید و به نام خدای خود بخوانید، اما آتش نگذارید.»
26Καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας, καὶ εἶπον, ἐπάκουσον ἡμῶν ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν.
26پس گاو را که به ایشان داده شده بود، گرفتند و آن راحاضر ساخته، نام بعل را از صبح تا ظهر خوانده، می‌گفتند: «ای بعل ما را جواب بده.» لیکن هیچ صدا یا جوابی نبود و ایشان بر مذبحی که ساخته بودند، جست و خیز می‌نمودند.
27Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν, ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν· ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτὸς, ἢ μή ποτε καθεύδει αὐτὸς, καὶ ἐξαναστήσεται.
27و به وقت ظهر، ایلیا ایشان را مسخره نموده، گفت: «به آوازبلند بخوانید زیرا که او خداست! شاید متفکراست یا به خلوت رفته، یا در سفر می‌باشد، یاشاید که در خواب است و باید او را بیدار کرد!»
28Καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπʼ αὐτοὺς,
28و ایشان به آواز بلند می‌خواندند و موافق عادت خود خویشتن را به تیغها و نیزه‌ها مجروح می‌ساختند به حدی که خون بر ایشان جاری می‌شد.
29καὶ προεφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν· καὶ ἐγένετο ὡς ὁ καιρὸς τοὺ ἀναβῆναι τὴν θυσίαν, καὶ ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων, μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν, καὶ ἀπῆλθον.
29و بعد از گذشتن ظهر تا وقت گذرانیدن هدیه عصری ایشان نبوت می‌کردند لیکن نه آوازی بود و نه کسی‌که جواب دهد یا توجه نماید.
30Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, προσαγάγετε πρὸς μέ· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν.
30آنگاه ایلیا به تمامی قوم گفت: «نزد من بیایید.» و تمامی قوم نزد وی آمدند و مذبح یهوه را که خراب شده بود، تعمیر نمود.
31Καὶ ἔλαβεν Ἡλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ Ἰσραὴλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν, λέγων, Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.
31و ایلیاموافق شماره اسباط بنی یعقوب که کلام خداوندبر وی نازل شده، گفته بود که نام تو اسرائیل خواهد بود، دوازده سنگ گرفت.
32Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον· καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου·
32و به آن سنگها مذبحی به نام یهوه بنا کرد و گرداگرد مذبح خندقی که گنجایش دو پیمانه بزر داشت، ساخت.
33Καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον,
33و هیزم را ترتیب داد و گاو را قطعه قطعه نموده، آن را بر هیزم گذاشت. پس گفت: «چهار خم از آب پر کرده، آن را بر قربانی سوختنی و هیزم بریزید.»
34καὶ εἶπε, λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. Καὶ εἶπε, δευτερώσατε· καὶ ἐδευτέρωσαν· καὶ εἶπε, τρισσώσατε· καὶ ἐτρίσσευσαν.
34پس گفت: «بار دیگربکنید، » و گفت: «بار سوم بکنید.» و بار سوم کردند.
35Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.
35و آب گرداگرد مذبح جاری شد وخندق نیز از آب پر گشت.
36Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
36و در وقت گذرانیدن هدیه عصری، ایلیای نبی نزدیک آمده، گفت: «ای یهوه، خدای ابراهیم و اسحاق و اسرائیل، امروز معلوم بشود که تو دراسرائیل خدا هستی و من بنده تو هستم و تمام این کارها را به فرمان تو کرده‌ام.
37Ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
37مرا اجابت فرما‌ای خداوند! مرا اجابت فرما تا این قوم بدانند که تویهوه خدا هستی و اینکه دل ایشان را باز پس گردانیدی.»
38Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.
38آنگاه آتش یهوه افتاده، قربانی سوختنی و هیزم و سنگها و خاک را بلعید و آب را که در خندق بود، لیسید.
39Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον, ἀληθῶς Κύριος ὁ Θεὸς αὐτὸς ὁ Θεός.
39و تمامی قوم چون این را دیدند به روی خود افتاده، گفتند: «یهوه، اوخداست! یهوه او خداست!»
40Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
40و ایلیا به ایشان گفت: «انبیای بعل را بگیرید و یکی از ایشان رهایی نیابد.» پس ایشان را گرفتند و ایلیا ایشان رانزد نهر قیشون فرود آورده، ایشان را در آنجاکشت.
41Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαὰβ, ἀνάβηθι, καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
41و ایلیا به اخاب گفت: «برآمده، اکل وشرب نما.» زیرا که صدای باران بسیار می‌آید.
42Καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὴν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ,
42پس اخاب برآمده، اکل و شرب نمود. و ایلیا برقله کرمل برآمد و به زمین خم شده، روی خود رابه میان زانوهایش گذاشت.
43καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, ἀνάβηθι, καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης· καὶ ἐπέβλεψε τὸ παιδάριον, καὶ εἶπεν, οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλιοὺ, καὶ σὺ ἐπίστρεψον ἑπτάκις.
43و به خادم خودگفت: «بالا رفته، به سوی دریا نگاه کن.» و او بالارفته، نگریست و گفت که چیزی نیست و او گفت: «هفت مرتبه دیگر برو.»
44Καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν, ἀνάβηθι, καὶ εἶπον Ἀχαὰβ, ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
44و در مرتبه هفتم گفت که «اینک ابری کوچک به قدر کف دست آدمی ازدریا برمی آید.» او گفت: «برو و به اخاب بگو که ارابه خود را ببند و فرود شو مبادا باران تو را مانع شود.»
45Καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἰεζράελ.
45و واقع شد که در اندک زمانی آسمان ازابر غلیظ و باد، سیاه فام شد، و باران سخت بارید واخاب سوار شده، به یزرعیل آمد.
46Καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιοὺ, καὶ συνέσφιγξε τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰεζράελ.
46و دست خداوند بر ایلیا نهاده شده، کمر خود را بست وپیش روی اخاب دوید تا به یزرعیل رسید.

Tip: use the ← and → keys to turn chapters.