ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α
Chapter 18
Septuagint (Brenton Gree…
vs Lutherbibel 1912
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 18

Septuagint (Brenton Greek text, with Apocrypha)
Lutherbibel 1912
1Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς, καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.
1Nach diesem schlug David die Philister und demütigte sie und nahm Gath und seine Ortschaften aus der Philister Hand.
2Καὶ ἐπάταξε τὴν Μωὰβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα·
2Auch schlug er die Moabiter, daß die Moabiter David untertänig wurden und Geschenke brachten.
3Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἠμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην·
3Er schlug auch Hadadeser, den König zu Zoba und Hamath, da er hinzog, sein Zeichen aufzurichten am Wasser Euphrat.
4Καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.
4Und David gewann ihm ab tausend Wagen, siebentausend Reiter und zwanzigtausend Mann zu Fuß. Und David verlähmte alle Rosse der Wagen und behielt hundert Wagen übrig.
5Καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.
5Und die Syrer von Damaskus kamen, dem Hadadeser, dem König zu Zoba, zu helfen. Aber David schlug der Syrer zweiundzwanzigtausend Mann
6Καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκὸν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωσε Κύριος Δαυίδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
6und legte Volk in das Syrien von Damaskus, daß die Syrer David untertänig wurden und brachten ihm Geschenke. Denn der HERR half David, wo er hin zog.
7Καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἁδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ.
7Und David nahm die goldenen Schilde, die Hadadesers Knechte gehabt hatten, und brachte sie gen Jerusalem.
8Καὶ ἐκ τῆς Μαγαβὲθ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
8Auch nahm David aus den Städten Hadadesers, Tibehath und Chun, sehr viel Erz, davon Salomo das eherne Meer und die Säulen und eherne Gefäße machte.
9καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἠμὰθ, ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά·
9Und da Thou, der König zu Hamath, hörte, daß David alle Macht Hadadesers, des Königs zu Zoba, geschlagen hatte,
10Καὶ ἀπέστειλεν τὸν Ἀδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην, καὶ του εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἁδρααζαρ, καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θῶα ἦν τῷ Ἁδραάζαρ· καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ,
10sandte er seinen Sohn Hadoram zum König David und ließ ihn grüßen und segnen, daß er Hadadeser geschlagen hatte (denn Thou hatte einen Streit mit Hadadeser); und er hatte mit sich allerlei goldene, silberne und eherne Gefäße.
11Καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας, καὶ Μωὰβ, καὶ ἐξ υἱῶν Ἀμμὼν, καὶ ἐκ τῶν ἀλλοφύλων, καὶ ἐξ Ἀμαλήκ.
11Auch diese heiligte der König David dem HERRN mit dem Silber und Gold, das er den Heiden genommen hatte: den Edomitern, Moabitern, Ammonitern, Philistern und Amalekitern.
12Καὶ Ἀβεσὰ υἱὸς Σαρουίας ἐπάταξε τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼκαὶδεκα χιλιάδας.
12Und Abisai, der Zeruja Sohn, schlug der Edomiter im Salztal achtzehntausend
13Καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουρὰς, καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυίδ· καὶ ἔσωζε Κύριος τὸν Δανὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
13und legte Volk in Edom, daß alle Edomiter David untertänig waren. Denn der HERR half David, wo er hin zog.
14Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραὴλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.
14Also regierte David über das ganze Israel und handhabte Gericht und Gerechtigkeit allem seinem Volk.
15Καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατιᾶς, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ὁ ὑπομνηματογράφος,
15Joab, der Zeruja Sohn, war über das Heer; Josaphat, der Sohn Ahiluds, war Kanzler;
16καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Αχειμέλεχ υἱὸς Ἀβιάθαρ οἱ ἱερεῖς, καὶ Σουσὰ γραμματεύς,
16Zadok, der Sohn Ahitobs, und Abimelech, der Sohn Abjathars, waren Priester; Sawsa war Schreiber;
17καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί. καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.
17Benaja, der Sohn Jojadas, war über die Krether und Plehter und die Söhne Davids waren die Ersten zur Hand des Königs.

Tip: use the ← and → keys to turn chapters.