신명기 7
Korean Bible, 1910 (한국어 성경)Translation
Korean Bible, 1910 (한국어 성경)
Septuagint (Brenton Greek text, with Apocrypha)
1네 하나님 여호와께서 너를 인도하사 네가 가서 얻을 땅으로 들이시고 네 앞에서 여러 민족 헷 족속과, 기르가스 족속과, 아모리 족속과, 가나안 족속과, 브리스 족속과, 히위 족속과, 여부스 족속 곧 너보다 많고 힘이 있는 일곱 족속을 쫓아내실 때에
1Ἐὰν δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσαῖον καὶ Ἀμοῤῥαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, ἐπτὰ ἔθην πολλὰ καὶ ἰσχυρότερα ὑμῶν·
2네 하나님 여호와께서 그들을 네게 붙여 너로 치게 하시리니 그 때에 너는 그들을 진멸할 것이라 그들과 무슨 언약도 말것이요 그들을 불쌍히 여기지도 말 것이며
2Καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
3또 그들과 혼인하지 말지니 네 딸을 그 아들에게 주지 말 것이요 그 딸로 네 며느리를 삼지 말 것은
3οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.
4그가 네 아들을 유혹하여 그로 여호와를 떠나고 다른 신들을 섬기게 하므로 여호와께서 너희에게 진노하사 갑자기 너희를 멸하실 것임이니라
4Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπʼ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τοτάχος.
5오직 너희가 그들에게 행할 것은 이러하니 그들의 단을 헐며 주상을 깨뜨리며 아세라 목상을 찍으며 조각한 우상들을 불사를 것이니라
5Ἀλλʼ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί.
6너는 여호와 네 하나님의 성민이라 네 하나님 여호와께서 지상 만민 중에서 너를 자기 기업의 백성으로 택하셨나니
6Ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου· καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς.
7여호와께서 너희를 기뻐하시고 너희를 택하심은 너희가 다른 민족보다 수효가 많은 연고가 아니라 너희는 모든 민족 중에 가장 적으니라
7Οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς, καὶ ἐξελέξατο Κύριος ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη.
8여호와께서 다만 너희를 사랑하심을 인하여 또는 너희 열조에게 하신 맹세를 지키려 하심을 인하여 자기의 권능의 손으로 너희를 인도하여 내시되 너희를 그 종 되었던 집에서 애굽 왕 바로의 손에서 속량하셨나니
8Ἀλλὰ παρὰ τὸ ἀγαπᾷν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουελίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.
9그런즉 너는 알라 ! 오직 네 하나님 여호와는 하나님이시요 신실하신 하나님이시라 그를 사랑하고 그 계명을 지키는 자에게는 천대까지 그 언약을 이행하시며 인애를 베푸시되
9Καὶ γνώσῃ, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός· Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,
10그를 미워하는 자에게는 당장에 보응하여 멸하시나니 여호와는 자기를 미워하는 자에게 지체하지 아니하시고 당장에 그에게 보응하시느니라
10καὶ ἀποδιδοὺς τοῖς μισοῦσι κατὰ πρόσωπον ἐξολοθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοίς μισοῦσι· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.
11그런즉 너는 오늘날 내가 네게 명하는 명령과 규례와 법도를 지켜 행할지니라 !
11Καὶ φυλάξῃ τὰς ἐντολὰς, καὶ τὰ δικαιώματα, καὶ τὰ κρίματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.
12너희가 이 모든 법도를 듣고 지켜 행하면 네 하나님 여호와께서 네 열조에게 맹세하신 언약을 지켜 네게 인애를 베푸실 것이라
12Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα, καὶ φυλάξητε καὶ ποιήσητε αὐτὰ, καὶ διαφυλάξει Κύριος ὁ Θεός σου σοὶ τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν.
13곧 너를 사랑하시고 복을 주사 너로 번성케 하시되 네게 주리라고 네 열조에게 맹세하신 땅에서 네 소생에게 은혜를 베푸시며 네 토지 소산과 곡식과 포도주와 기름을 풍성케 하시고 네 소와 양을 번식케 하시리니
13Καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ σε, καὶ εὐλογήσει τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
14네가 복을 받음이 만민보다 우승하여 너희 중의 남녀와 너희 짐승의 암수에 생육하지 못함이 없을 것이며
14Εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος, οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσί σου.
15여호와께서 또 모든 질병을 네게서 멀리하사 너희가 아는 바 그 애굽의 악질이 네게 임하지 않게 하시고 너를 미워하는 모든 자에게 임하게 하실 것이라
15Καὶ περιελεῖ Κύριος ὁ Θεός σου ἀπὸ σοῦ πᾶσαν μαλακίαν, καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηρὰς, ἃς ἑώρακας, καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ· καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντὰς σε.
16네 하나님 여호와께서 네게 붙이신 모든 민족을 네 눈이 긍휼히 보지 말고 진멸하고 그 신을 섬기지 말라 그것이 네게 올무가 되리라
16Καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν· ὅτι σκῶλον τοῦτό ἐστί σοί.
17네가 혹시 심중에 이르기를 이 민족들이 나보다 많으니 내가 어찌 그를 쫓아 낼 수 있으리요 하리라마는
17Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς;
18그들을 두려워 말고 네 하나님 여호와께서 바로와 온 애굽에 행하신 것을 잘 기억하되
18Οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ, ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις·
19네 하나님 여호와께서 너를 인도하여 내실 때에 네가 목도한 큰 시험과 이적과 기사와 강한 손과 편 팔을 기억하라 ! 그와 같이 네 하나님 여호와께서 네가 두려워하는 모든 민족에게 행하실 것이요
19Τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου, οὕτως ποιήσει Κύριος ὁ Θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.
20네 하나님 여호와께서 또 왕벌을 그들 중에 보내어 그들의 남은 자와 너를 피하여 숨은 자를 멸하시리니
20Καὶ τὰς σφηκίας ἀποστελεῖ Κύριος ὁ Θεός σου εἰς αὐτοὺς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ·
21너는 그들을 두려워 말라 ! 너희 하나님 여호와 곧 크고 두려운 하나님이 너희 중에 계심이니라
21Οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ἐν σοί, Θεὸς μέγας καὶ κραταιός.
22네 하나님 여호와께서 이 민족들을 네 앞에서 점점 쫓아내시리니 너는 그들을 급히 멸하지 말라 두렵건대 들짐승이 번성하여 너를 해할까 하노라
22Καὶ καταναλώσει Κύριος ὁ Θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τοτάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος, καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια.
23네 하나님 여호와께서 그들을 네게 붙이시고 그들을 크게 요란케하여 필경은 진멸하시고
23Καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολοθρεύσητε αὐτούς·
24너는 그들의 조각한 신상들을 불사르고 그것에 입힌 은이나 금을 탐내지 말며 취하지 말라 두렵건대 네가 그것으로 인하여 올무에 들까 하노니 이는 네 하나님 여호와의 가증히 여기시는 것임이니라
24Καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐθεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς.
25그들의 왕들을 네 손에 붙이시리니 너는 그 이름을 천하에서 제하여 버리라 너를 당할 자가 없이 네가 필경은 그들을 진멸하리라
25Τὰ γλυπτὰ τῶν Θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον, οὐδὲ χρυσίον ἀπʼ αὐτῶν οὐ λήψῃ σεαυτῷ, μὴ πταίσῃς διʼ αὐτὸ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστί.
26너는 그들의 조각한 신상들을 불사르고 그것에 입힌 은이나 금을 탐내지 말며 취하지 말라 두렵건대 네가 그것으로 인하여 올무에 들까 하노니 이는 네 하나님 여호와의 가증히 여기시는 것임이니라 [ (Deuteronomy 7:27) 그들의 왕들을 네 손에 붙이시리니 너는 그 이름을 천하에서 제하여 버리라 너를 당할 자가 없이 네가 필경은 그들을 진멸하리라 ] [ (Deuteronomy 7:28) 너는 가증한 것을 네 집에 들이지 말라 너도 그와 같이 진멸당할 것이 될까 하노라 너는 그것을 극히 꺼리며 심히 미워하라 ! 그것은 진멸당할 것임이니라 ]
26Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστι.
Tip: use the ← and → keys to turn chapters.