1 Maccabees 15

King James Version with Apocrypha
Septuagint (Brenton Greek text, with Apocrypha)
1Moreover Antiochus son of Demetrius the king sent letters from the isles of the sea unto Simon the priest and prince of the Jews, and to all the people;
1Καὶ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων, καὶ παντὶ τῷ ἔθνει.
2The contents whereof were these: King Antiochus to Simon the high priest and prince of his nation, and to the people of the Jews, greeting:
2Καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ ἐθνάρχῃ, καὶ ἔθνει Ἰουδαίων χαίρειν.
3Forasmuch as certain pestilent men have usurped the kingdom of our fathers, and my purpose is to challenge it again, that I may restore it to the old estate, and to that end have gathered a multitude of foreign soldiers together, and prepared ships of war;
3Ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων, καὶ κατεσκεύασα πλοῖα πολεμικά,
4My meaning also being to go through the country, that I may be avenged of them that have destroyed it, and made many cities in the kingdom desolate:
4βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν, καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ·
5Now therefore I confirm unto thee all the oblations which the kings before me granted thee, and whatsoever gifts besides they granted.
5νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι.
6I give thee leave also to coin money for thy country with thine own stamp.
6Καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου,
7And as concerning Jerusalem and the sanctuary, let them be free; and all the armour that thou hast made, and fortresses that thou hast built, and keepest in thine hands, let them remain unto thee.
7Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι.
8And if anything be, or shall be, owing to the king, let it be forgiven thee from this time forth for evermore.
8Καὶ πᾶν ὀφείλημα βασιλικὸν, καὶ τὰ ἐσόμενα βασιλικὰ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι·
9Furthermore, when we have obtained our kingdom, we will honour thee, and thy nation, and thy temple, with great honour, so that your honour shall be known throughout the world.
9ὡς δʼ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε, καὶ τὸ ἔθνος σου, καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ.
10In the hundred threescore and fourteenth year went Antiochus into the land of his fathers: at which time all the forces came together unto him, so that few were left with Tryphon.
10Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάσεις, ὥστε ὀλίγους εἶναι τσὺς καταλειφθέντας σὺν Τρύφωνι.
11Wherefore being pursued by king Antiochus, he fled unto Dora, which lieth by the sea side:
11Καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης.
12For he saw that troubles came upon him all at once, and that his forces had forsaken him.
12Εἶδε γὰρ ὅτι συνῆκται ἐπʼ αὐτὸν τὰ κακὰ, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.
13Then camped Antiochus against Dora, having with him an hundred and twenty thousand men of war, and eight thousand horsemen.
13Καὶ παρενέβαλεν Ἀντιοχος ἐπὶ Δωρᾶ, καὶ σύν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν, καὶ ὀκτακισχιλία ἵππος.
14And when he had compassed the city round about, and joined ships close to the town on the sea side, he vexed the city by land and by sea, neither suffered he any to go out or in.
14Καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς, καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.
15In the mean season came Numenius and his company from Rome, having letters to the kings and countries; wherein were written these things:
15Καὶ ἦλθε Νουμήνιος, καὶ οἱ παρʼ αὐτοῦ, ἐκ Ῥώμης, ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις ἐν αἷς ἐγέγραπτο τάδε·
16Lucius, consul of the Romans unto king Ptolemee, greeting:
16Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
17The Jews’ ambassadors, our friends and confederates, came unto us to renew the old friendship and league, being sent from Simon the high priest, and from the people of the Jews:
17Οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς φίλοι ἡμῶν, καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως, καὶ τοῦ δήμου τῶν Ἰουδαίων.
18And they brought a shield of gold of a thousand pound.
18Ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.
19We thought it good therefore to write unto the kings and countries, that they should do them no harm, nor fight against them, their cities, or countries, nor yet aid their enemies against them.
19Ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς, κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς, καὶ τὰς πόλεις αὐτῶν, καὶ τὴν χώραν αὐτῶν, καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς.
20It seemed also good to us to receive the shield of them.
20Ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν.
21If therefore there be any pestilent fellows, that have fled from their country unto you, deliver them unto Simon the high priest, that he may punish them according to their own law.
21Εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν.
22The same things wrote he likewise unto Demetrius the king, and Attalus, to Ariarathes, and Arsaces,
22Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ, καὶ Ἀττάλῳ, Ἀριαράθῃ, καὶ Ἀρσάκῃ.
23And to all the countries and to Sampsames, and the Lacedemonians, and to Delus, and Myndus, and Sicyon, and Caria, and Samos, and Pamphylia, and Lycia, and Halicarnassus, and Rhodus, and Aradus, and Cos, and Side, and Aradus, and Gortyna, and Cnidus, and Cyprus, and Cyrene.
23Καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον, καὶ εἰς Μύνδον, καὶ εἰς Σικυῶνα, καὶ εἰς τὴν Καρίαν, καὶ εἰς Σάμον, καὶ εἰς τὴν Παμφυλίαν, καὶ εἰς τὴν Λυκίαν, καὶ εἰς Ἀλικαρνασσὸν, καὶ εἰς Ῥόδον, καὶ εἰς Φασηλίδα, καὶ εἰς Κῶ, καὶ εἰς Σίδην, καὶ εἰς Ἄραδον, καὶ εἰς Γόρτυναν, καὶ Κνίδον, καὶ Κύπρον, καὶ Κυρήνην.
24And the copy hereof they wrote to Simon the high priest.
24Τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.
25So Antiochus the king camped against Dora the second day, assaulting it continually, and making engines, by which means he shut up Tryphon, that he could neither go out nor in.
25Αντιόχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διαπαντὸς αὐτῇ τὰς χεῖρας, καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι.
26At that time Simon sent him two thousand chosen men to aid him; silver also, and gold, and much armour.
26Καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ, καὶ ἀργύριον καὶ χρυσίον, καὶ σκεύη ἱκανά.
27Nevertheless he would not receive them, but brake all the covenants which he had made with him afore, and became strange unto him.
27Καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλʼ ἠθέτησε πάντα ὅσα συνέθετο αὐτῷ τοπρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.
28Furthermore he sent unto him Athenobius, one of his friends, to commune with him, and say, Ye withhold Joppa and Gazera; with the tower that is in Jerusalem, which are cities of my realm.
28Καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων, ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, πόλεις τῆς βασιλείας μου.
29The borders thereof ye have wasted, and done great hurt in the land, and got the dominion of many places within my kingdom.
29Τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.
30Now therefore deliver the cities which ye have taken, and the tributes of the places, whereof ye have gotten dominion without the borders of Judea:
30Νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας.
31Or else give me for them five hundred talents of silver; and for the harm that ye have done, and the tributes of the cities, other five hundred talents: if not, we will come and fight against you.
31Εἰ δὲ μὴ, δότε ἀντʼ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ δὴ, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
32So Athenobius the king’s friend came to Jerusalem: and when he saw the glory of Simon, and the cupboard of gold and silver plate, and his great attendance, he was astonished, and told him the king’s message.
32Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλήμ, καὶ εἶδε τὴν δόξαν Σίμωνος, καὶ κυλικεῖον μετὰ χρυσωμάτων, καὶ ἀργυρωμάτων, καὶ παράστασιν ἱκανὴν, καὶ ἐξίστατο, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως.
33Then answered Simon, and said unto him, We have neither taken other men’s land, nor holden that which appertaineth to others, but the inheritance of our fathers, which our enemies had wrongfully in possession a certain time.
33Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη.
34Wherefore we, having opportunity, hold the inheritance of our fathers.
34Ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.
35And whereas thou demandest Joppa and Gazera, albeit they did great harm unto the people in our country, yet will we give thee an hundred talents for them. Hereunto Athenobius answered him not a word;
35Περὶ δὲ Ἰόππης καὶ Γαζάρων ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν·
36But returned in a rage to the king, and made report unto him of these speeches, and of the glory of Simon, and of all that he had seen: whereupon the king was exceeding wroth.
36Καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον. Ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους, καὶ τὴν δόξαν Σίμωνος, καὶ πάντα ὅσα εἶδε· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργῆν μεγάλην.
37In the mean time fled Tryphon by ship unto Orthosias.
37Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα.
38Then the king made Cendebeus captain of the sea coast, and gave him an host of footmen and horsemen,
38Καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ.
39And commanded him to remove his host toward Judea; also he commanded him to build up Cedron, and to fortify the gates, and to war against the people; but as for the king himself, he pursued Tryphon.
39Καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν, καὶ ὀχυρῶσαι τὰς πύλας, καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.
40So Cendebeus came to Jamnia and began to provoke the people and to invade Judea, and to take the people prisoners, and slay them.
40Καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν, καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν, καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν.
41And when he had built up Cedrou, he set horsemen there, and an host of footmen, to the end that issuing out they might make outroads upon the ways of Judea, as the king had commanded him.
41Καὶ ᾠκοδόμησε τὴν Κεδρών· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνεταξεν αὐτῷ ὁ βασιλεύς.

Tip: use the ← and → keys to turn chapters.