2ペテロ
Chapter 3

2ペテロ

Freedom Bible (フリーダム・バイブル)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1愛する人たち、私があなたがたに手紙を書くのは、これで二度目です。どちらの手紙でも、これらのことを思い起こさせることによって、あなたがたの純真な心を奮い立たせています。
1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
2それは、聖なる預言者たちが前もって語った言葉と、主であり救い主である方の使徒である私たちが伝えた戒めを、あなたがたが思い出すためです。
2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος,
3何よりもまず、次のことを知っておきなさい。終わりの日には、あざける者たちが現れ、自分たちの欲望に従って歩み、
3τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
4こう言います。「あの方が来るという約束は、どうなったのか。父祖たちが眠りについた日から、すべては創造の初めからあったままではないか。」
4καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως.
5彼らは、はるか昔から天があり、地は神の言葉によって水から現れ、水の中に成り立っていたことを、故意に見過ごしています。
5λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ,
6その水によって、当時の世界は洪水に覆われて滅びました。
6δι᾽ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
7しかし、今の天と地は、同じ言葉によって火に備えて蓄えられ、神を敬わない人々が裁かれ、滅ぼされる日まで保たれています。
7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8しかし、愛する人たち、この一つのことを忘れてはいけません。主にとっては、一日は千年のようであり、千年は一日のようです。
8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9ある人たちは約束の実現が遅れていると考えていますが、主は約束を遅らせておられるのではありません。むしろ、私たちに対して忍耐しておられ、だれも滅びることを望まず、すべての人が悔い改めに至ることを望んでおられます。
9οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10しかし、主の日は夜の盗人のように来ます。その日、天は大きな音を立てて過ぎ去り、諸元素は激しい熱で溶かされ、地と、その中でなされた業は焼き尽くされます。
10Ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.
11このように、これらすべてのものが滅ぼされるのですから、あなたがたは、聖なる生き方と敬虔において、どのような者であるべきでしょうか。
11Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
12神の日が来るのを待ち望み、その到来を切に願いなさい。その日には、天は燃えて溶け、諸元素は激しい熱で溶け去ります。
12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται!
13しかし、私たちは神の約束に従って、義の宿る新しい天と新しい地を待ち望んでいます。
13καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14ですから、愛する人たち、これらを待ち望んでいるのですから、染みもなく、非難されるところもない者として、平安のうちに神に見いだされるよう励みなさい。
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
15また、私たちの主の忍耐を救いと考えなさい。私たちの愛する兄弟パウロも、与えられた知恵に従ってあなたがたに書き送ったとおりです。
15καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν,
16パウロは、そのすべての手紙の中でも、これらのことについて語っています。それらの手紙には理解しにくい箇所がいくつかあり、無知で心の定まらない者たちは、ほかの聖書と同じように、それらも曲解し、自らに滅びを招いています。
16ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
17ですから、愛する人たち、あなたがたはこれらのことを前もって知っているのですから、不法な者たちの迷いに巻き込まれ、自分の揺るがない立場を失わないよう警戒しなさい。
17Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
18むしろ、私たちの主であり救い主であるイエス・キリストの恵みと知識のうちに成長しなさい。この方に、今も、また永遠にわたって栄光がありますように。アーメン。
18αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος· ἀμήν.

Tip: use the ← and → keys to turn chapters.