דְּבָרִים 31
Modern Hebrew BibleTranslation
Modern Hebrew Bible
Septuagint (Greek Old Testament), second edition
1וילך משה וידבר את הדברים האלה אל כל ישראל׃
1ΚΑΙ συνετέλεσε Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ,
2ויאמר אלהם בן מאה ועשרים שנה אנכי היום לא אוכל עוד לצאת ולבוא ויהוה אמר אלי לא תעבר את הירדן הזה׃
2καὶ εἶπε πρὸς αὐτούς· ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, Κύριος δὲ εἶπε πρός με· οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.
3יהוה אלהיך הוא עבר לפניך הוא ישמיד את הגוים האלה מלפניך וירשתם יהושע הוא עבר לפניך כאשר דבר יהוה׃
3Κύριος ὁ Θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
4ועשה יהוה להם כאשר עשה לסיחון ולעוג מלכי האמרי ולארצם אשר השמיד אתם׃
4καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς·
5ונתנם יהוה לפניכם ועשיתם להם ככל המצוה אשר צויתי אתכם׃
5καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν.
6חזקו ואמצו אל תיראו ואל תערצו מפניהם כי יהוה אלהיך הוא ההלך עמך לא ירפך ולא יעזבך׃
6ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
7ויקרא משה ליהושע ויאמר אליו לעיני כל ישראל חזק ואמץ כי אתה תבוא את העם הזה אל הארץ אשר נשבע יהוה לאבתם לתת להם ואתה תנחילנה אותם׃
7καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς·
8ויהוה הוא ההלך לפניך הוא יהיה עמך לא ירפך ולא יעזבך לא תירא ולא תחת׃
8καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ μηδὲ δειλία.
9ויכתב משה את התורה הזאת ויתנה אל הכהנים בני לוי הנשאים את ארון ברית יהוה ואל כל זקני ישראל׃
9Καὶ ἔγραψε Μωυσῆς τὰ ρήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
10ויצו משה אותם לאמר מקץ שבע שנים במעד שנת השמטה בחג הסכות׃
10καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,
11בבוא כל ישראל לראות את פני יהוה אלהיך במקום אשר יבחר תקרא את התורה הזאת נגד כל ישראל באזניהם׃
11ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν·
12הקהל את העם האנשים והנשים והטף וגרך אשר בשעריך למען ישמעו ולמען ילמדו ויראו את יהוה אלהיכם ושמרו לעשות את כל דברי התורה הזאת׃
12ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσι καὶ ἵνα μάθωσι φοβεῖσθαι Κύριον τὸν Θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τούς λόγους τοῦ νόμου τούτου·
13ובניהם אשר לא ידעו ישמעו ולמדו ליראה את יהוה אלהיכם כל הימים אשר אתם חיים על האדמה אשר אתם עברים את הירדן שמה לרשתה׃
13καὶ οἱ υἱοὶ αὐτῶν, οἳ οὐκ οἴδασιν, ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
14ויאמר יהוה אל משה הן קרבו ימיך למות קרא את יהושע והתיצבו באהל מועד ואצונו וילך משה ויהושע ויתיצבו באהל מועד׃
14Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
15וירא יהוה באהל בעמוד ענן ויעמד עמוד הענן על פתח האהל׃
15καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
16ויאמר יהוה אל משה הנך שכב עם אבתיך וקם העם הזה וזנה אחרי אלהי נכר הארץ אשר הוא בא שמה בקרבו ועזבני והפר את בריתי אשר כרתי אתו׃
16καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.
17וחרה אפי בו ביום ההוא ועזבתים והסתרתי פני מהם והיה לאכל ומצאהו רעות רבות וצרות ואמר ביום ההוא הלא על כי אין אלהי בקרבי מצאוני הרעות האלה׃
17καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα.
18ואנכי הסתר אסתיר פני ביום ההוא על כל הרעה אשר עשה כי פנה אל אלהים אחרים׃
18ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας, ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.
19ועתה כתבו לכם את השירה הזאת ולמדה את בני ישראל שימה בפיהם למען תהיה לי השירה הזאת לעד בבני ישראל׃
19καὶ νῦν γράψατε τὰ ρήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.
20כי אביאנו אל האדמה אשר נשבעתי לאבתיו זבת חלב ודבש ואכל ושבע ודשן ופנה אל אלהים אחרים ועבדום ונאצוני והפר את בריתי׃
20εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσι· καί ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου.
21והיה כי תמצאן אתו רעות רבות וצרות וענתה השירה הזאת לפניו לעד כי לא תשכח מפי זרעו כי ידעתי את יצרו אשר הוא עשה היום בטרם אביאנו אל הארץ אשר נשבעתי׃
21καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα, οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.
22ויכתב משה את השירה הזאת ביום ההוא וילמדה את בני ישראל׃
22καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.
23ויצו את יהושע בן נון ויאמר חזק ואמץ כי אתה תביא את בני ישראל אל הארץ אשר נשבעתי להם ואנכי אהיה עמך׃
23καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.
24ויהי ככלות משה לכתב את דברי התורה הזאת על ספר עד תמם׃
24Ἡνίκα δὲ συνετέλεσε Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος,
25ויצו משה את הלוים נשאי ארון ברית יהוה לאמר׃
25καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου λέγων·
26לקח את ספר התורה הזה ושמתם אתו מצד ארון ברית יהוה אלהיכם והיה שם בך לעד׃
26λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον.
27כי אנכי ידעתי את מריך ואת ערפך הקשה הן בעודני חי עמכם היום ממרים היתם עם יהוה ואף כי אחרי מותי׃
27ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ᾿ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν, πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου;
28הקהילו אלי את כל זקני שבטיכם ושטריכם ואדברה באזניהם את הדברים האלה ואעידה בם את השמים ואת הארץ׃
28ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν·
29כי ידעתי אחרי מותי כי השחת תשחתון וסרתם מן הדרך אשר צויתי אתכם וקראת אתכם הרעה באחרית הימים כי תעשו את הרע בעיני יהוה להכעיסו במעשה ידיכם׃
29οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
30וידבר משה באזני כל קהל ישראל את דברי השירה הזאת עד תמם׃
30καὶ ἐλάλησε Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ρήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος.
Tip: use the ← and → keys to turn chapters.