2 שְׁמוּאֵל 5
Modern Hebrew BibleTranslation
Modern Hebrew Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1ויבאו כל שבטי ישראל אל דוד חברונה ויאמרו לאמר הננו עצמך ובשרך אנחנו׃
1Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ, ἰδοὺ ὀστᾶ σου, καὶ σάρκες σου ἡμεῖς.
2גם אתמול גם שלשום בהיות שאול מלך עלינו אתה הייתה מוציא והמבי את ישראל ויאמר יהוה לך אתה תרעה את עמי את ישראל ואתה תהיה לנגיד על ישראל׃
2Καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφʼ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπε Κύριος πρὸς σὲ, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
3ויבאו כל זקני ישראל אל המלך חברונה ויכרת להם המלך דוד ברית בחברון לפני יהוה וימשחו את דוד למלך על ישראל׃
3Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου· καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.
4בן שלשים שנה דוד במלכו ארבעים שנה מלך׃
4Υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν.
5בחברון מלך על יהודה שבע שנים וששה חדשים ובירושלם מלך שלשים ושלש שנה על כל ישראל ויהודה׃
5Ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.
6וילך המלך ואנשיו ירושלם אל היבסי יושב הארץ ויאמר לדוד לאמר לא תבוא הנה כי אם הסירך העורים והפסחים לאמר לא יבוא דוד הנה׃
6Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἱεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν· καὶ ἐῤῥέθη τῷ Δαυὶδ, οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ, λέγοντες, ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.
7וילכד דוד את מצדת ציון היא עיר דוד׃
7Καὶ προκατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις τοῦ Δαυίδ.
8ויאמר דוד ביום ההוא כל מכה יבסי ויגע בצנור ואת הפסחים ואת העורים שנאו נפש דוד על כן יאמרו עור ופסח לא יבוא אל הבית׃
8Καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ. Διὰ τοῦτο ἐροῦσι, τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσοντάι εἰς οἶκον Κυρίου.
9וישב דוד במצדה ויקרא לה עיר דוד ויבן דוד סביב מן המלוא וביתה׃
9Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ.
10וילך דוד הלוך וגדול ויהוה אלהי צבאות עמו׃
10Καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ.
11וישלח חירם מלך צר מלאכים אל דוד ועצי ארזים וחרשי עץ וחרשי אבן קיר ויבנו בית לדוד׃
11Καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.
12וידע דוד כי הכינו יהוה למלך על ישראל וכי נשא ממלכתו בעבור עמו ישראל׃
12Καὶ ἔγνω Δαυὶδ, ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
13ויקח דוד עוד פלגשים ונשים מירושלם אחרי באו מחברון ויולדו עוד לדוד בנים ובנות׃
13Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἰερουσαλὴμ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών· καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
14ואלה שמות הילדים לו בירושלם שמוע ושובב ונתן ושלמה׃
14Καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σαλωμὼν,
15ויבחר ואלישוע ונפג ויפיע׃
15καὶ Ἐβεὰρ, καὶ Ἐλισουὲ, καὶ Ναφὲκ, καὶ Ἰεφιὲς,
16ואלישמע ואלידע ואליפלט׃
16καὶ Ἐλισαμὰ, καὶ Ἐλιδαὲ, καὶ Ἐλιφαλὰθ, Σαμαὲ, Ἰεσσιβὰθ, Νάθαν, Γαλαμαὰν, Ἰεβαὰρ, Θεησοῦς, Ἐλιφαλὰτ, Ναγὲδ, Ναφὲκ, Ἰανάθαν, Λεασαμὺς, Βααλιμὰθ, Ἐλιφαάθ.
17וישמעו פלשתים כי משחו את דוד למלך על ישראל ויעלו כל פלשתים לבקש את דוד וישמע דוד וירד אל המצודה׃
17Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ κατέβη εἰς τὴν περιοχήν.
18ופלשתים באו וינטשו בעמק רפאים׃
18Καὶ οἱ ἀλλόφυλοι παραγίνονται, καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.
19וישאל דוד ביהוה לאמר האעלה אל פלשתים התתנם בידי ויאמר יהוה אל דוד עלה כי נתן אתן את הפלשתים בידך׃
19Καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου, λέγων, εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους, καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυὶδ, ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.
20ויבא דוד בבעל פרצים ויכם שם דוד ויאמר פרץ יהוה את איבי לפני כפרץ מים על כן קרא שם המקום ההוא בעל פרצים׃
20Καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν, καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ· καὶ εἶπε Δαυὶδ, διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν.
21ויעזבו שם את עצביהם וישאם דוד ואנשיו׃
21Καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ.
22ויספו עוד פלשתים לעלות וינטשו בעמק רפאים׃
22Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.
23וישאל דוד ביהוה ויאמר לא תעלה הסב אל אחריהם ובאת להם ממול בכאים׃
23Καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου· καὶ εἶπε Κύριος, οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος.
24ויהי בשמעך את קול צעדה בראשי הבכאים אז תחרץ כי אז יצא יהוה לפניך להכות במחנה פלשתים׃
24Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.
25ויעש דוד כן כאשר צוהו יהוה ויך את פלשתים מגבע עד באך גזר׃
25Καὶ ἐποιήσε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
Tip: use the ← and → keys to turn chapters.