ΚΑΤΑ ΜΑΡΚΟΝ 6
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
1پس از آنجا روانه شده، به وطن خویش آمد و شاگردانش از عقب او آمدند.
2Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;
2چون روز سبت رسید، در کنیسه تعلیم دادن آغاز نمودو بسیاری چون شنیدند، حیران شده گفتند: «ازکجا بدین شخص این چیزها رسیده و این چه حکمت است که به او عطا شده است که چنین معجزات از دست او صادر میگردد؟
3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
3مگر این نیست نجار پسر مریم و برادر یعقوب و یوشا ویهودا و شمعون؟ و خواهران او اینجا نزد مانمی باشند؟» و از او لغزش خوردند.
4Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
4عیسی ایشان را گفت: «نبی بیحرمت نباشد جز در وطن خود و میان خویشان و در خانه خود.
5Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.
5و در آنجاهیچ معجزهای نتوانست نمود جز اینکه دستهای خود را بر چند مریض نهاده، ایشان را شفا داد.
6Καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
6واز بیایمانیایشان متعجب شده، در دهات آن حوالی گشته، تعلیم همی داد.
7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
7پس آن دوازده را پیش خوانده، شروع کرد به فرستادن ایشان جفت جفت و ایشان را بر ارواح پلید قدرت داد،
8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν·
8و ایشان را قدغن فرمود که «جزعصا فقط، هیچچیز برندارید، نه توشهدان و نه پول در کمربند خود،
9ἀλλ᾿ ὑποδεδεμένους σανδάλια· καὶ μὴ ἐνδύσασθαι δύο χιτῶνας.
9بلکه موزهای در پا کنید ودو قبا در بر نکنید.»
10Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
10و بدیشان گفت: «در هر جاداخل خانهای شوید، در آن بمانید تا از آنجا کوچ کنید.
11Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
11و هرجا که شما را قبول نکنند و به سخن شما گوش نگیرند، از آن مکان بیرون رفته، خاک پایهای خود را بیفشانید تا بر آنها شهادتی گردد. هرآینه به شما میگویم حالت سدوم و غموره درروز جزا از آن شهر سهل تر خواهد بود.»
12Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι·
12پس روانه شده، موعظه کردند که توبه کنند،
13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
13وبسیار دیوها را بیرون کردند و مریضان کثیر راروغن مالیده، شفا دادند.
14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
14و هیرودیس پادشاه شنید زیرا که اسم اوشهرت یافته بود و گفت که «یحیی تعمیددهنده از مردگان برخاسته است و از این جهت معجزات از او به ظهور میآید.
15Ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστίν, ἢ ὡς εἷς τῶν προφητῶν.
15اما بعضی گفتند که الیاس است و بعضی گفتند که نبیای است یا چون یکی از انبیا.
16Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
16اما هیرودیس چون شنید گفت: «این همان یحیی است که من سرش را از تن جدا کردم که از مردگان برخاسته است.»
17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
17زیرا که هیرودیس فرستاده، یحیی را گرفتار نموده، او رادر زندان بست بخاطر هیرودیا، زن برادر او فیلپس که او را در نکاح خویش آورده بود.
18Ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
18از آن جهت که یحیی به هیرودیس گفته بود: «نگاه داشتن زن برادرت بر تو روا نیست.»
19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·
19پس هیرودیا از او کینه داشته، میخواست اور ا به قتل رساند اما نمی توانست،
20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.
20زیرا که هیرودیس از یحیی میترسید چونکه او را مرد عادل و مقدس میدانست و رعایتش مینمود و هرگاه از اومی شنید بسیار به عمل میآورد و به خوشی سخن او را اصغا مینمود.
21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
21اما چون هنگام فرصت رسید که هیرودیس در روز میلاد خودامرای خود و سرتیبان و روسای جلیل را ضیافت نمود؛
22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·
22و دختر هیرودیا به مجلس درآمده، رقص کرد و هیرودیس و اهل مجلس را شادنمود. پادشاه بدان دختر گفت: «آنچه خواهی ازمن بطلب تا به تو دهم.»
23καὶ ὤμοσεν αὐτῇ ὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.
23و از برای او قسم خوردکه آنچه از من خواهی حتی نصف ملک مراهرآینه به تو عطا کنم.»
24Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
24او بیرون رفته، به مادرخود گفت: «چه بطلبم؟» گفت: «سر یحیی تعمیددهنده را.»
25Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
25در ساعت به حضور پادشاه درآمده، خواهش نموده، گفت: «میخواهم که الان سر یحیی تعمیددهنده را در طبقی به من عنایت فرمایی.»
26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
26پادشاه به شدت محزون گشت، لیکن بجهت پاس قسم و خاطر اهل مجلس نخواست او را محروم نماید.
27Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
27بیدرنگ پادشاه جلادی فرستاده، فرمود تا سرش رابیاورد.
28Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
28و او به زندان رفته سر او را از تن جداساخته و بر طبقی آورده، بدان دختر داد و دخترآن را به مادر خود سپرد.
29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
29چون شاگردانش شنیدند، آمدند و بدن او را برداشته، دفن کردند.
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
30و رسولان نزد عیسی جمع شده، از آنچه کرده و تعلیم داده بودند او را خبر دادند.
31Καὶ εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν.
31بدیشان گفت شما به خلوت، بهجای ویران بیایید و اندکی استراحت نمایید زیرا آمد و رفت چنان بود که فرصت نان خوردن نیز نکردند.
32Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾿ ἰδίαν.
32پس به تنهایی در کشتی به موضعی ویران رفتند.
33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτόν.
33و مردم ایشان را روانه دیده، بسیاری اورا شناختند و از جمیع شهرها بر خشکی بدان سوشتافتند و از ایشان سبقت جسته، نزد وی جمع شدند.
34Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
34عیسی بیرون آمده، گروهی بسیار دیده، بر ایشان ترحم فرمود زیرا که چون گوسفندان بیشبان بودند و بسیار به ایشان تعلیم دادن گرفت.
35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
35و چون بیشتری از روز سپری گشت، شاگردانش نزد وی آمده، گفتند: «این مکان ویرانه است و وقت منقضی شده.
36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
36اینها را رخصت ده تا به اراضی و دهات این نواحی رفته، نان بجهت خود بخرند که هیچ خوراکی ندارند.»
37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους, καὶ δῶμεν αὐτοῖς φαγεῖν;
37درجواب ایشان گفت: «شما ایشان را غذا دهید!» وی را گفتند: «مگر رفته، دویست دینار نان بخریم تا اینها را طعام دهیم!»
38Ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε. Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας.
38بدیشان گفت: «چند نان دارید؟ رفته، تحقیق کنید.» پس دریافت کرده، گفتند: «پنج نان و دو ماهی.»
39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
39آنگاه ایشان رافرمود که «همه را دسته دسته بر سبزه بنشانید.»
40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
40پس صف صف، صد صد و پنجاه پنجاه نشستند.
41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
41و آن پنج نان و دو ماهی را گرفته، به سوی آسمان نگریسته، برکت داد و نان را پاره نموده، به شاگردان خود بسپرد تا پیش آنهابگذارند و آن دو ماهی را بر همه آنها تقسیم نمود.
42Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·
42پس جمیع خورده، سیر شدند.
43καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
43و ازخرده های نان و ماهی، دوازده سبد پر کرده، برداشتند.
44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες.
44و خورندگان نان، قریب به پنج هزارمرد بودند.
45Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον.
45فی الفور شاگردان خود را الحاح فرمود که به کشتی سوار شده، پیش از او به بیت صیدا عبورکنند تا خود آن جماعت را مرخص فرماید.
46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
46وچون ایشان را مرخص نمود، بجهت عبادت به فراز کوهی برآمد.
47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
47و چون شام شد، کشتی درمیان دریا رسید و او تنها بر خشکی بود.
48Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.
48وایشان را در راندن کشتی خسته دید زیرا که بادمخالف بر ایشان میوزید. پس نزدیک پاس چهارم از شب بر دریا خرامان شده، به نزد ایشان آمد و خواست از ایشان بگذرد.
49Οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν·
49اما چون او رابر دریا خرامان دیدند، تصور نمودند که این خیالی است. پس فریاد برآوردند،
50πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.
50زیرا که همه او را دیده، مضطرب شدند. پس بیدرنگ بدیشان خطاب کرده، گفت: «خاطر جمع دارید! من هستم، ترسان مباشید!»
51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον.
51و تا نزد ایشان به کشتی سوار شد، باد ساکن گردید چنانکه بینهایت درخود متحیر و متعجب شدند،
52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη.
52زیرا که معجزه نان را درک نکرده بودند زیرا دل ایشان سخت بود.
53Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρέτ, καὶ προσωρμίσθησαν.
53پس از دریا گذشته، بهسرزمین جنیسارت آمده، لنگر انداختند.
54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν,
54و چون از کشتی بیرون شدند، مردم در حال او را شناختند،
55περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι.
55و در همه آن نواحی بشتاب میگشتند و بیماران را بر تختهانهاده، هر جا که میشنیدند که او در آنجا است، میآوردند.
56Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσώζοντο.
56و هر جایی که به دهات یا شهرها یا اراضی میرفت، مریضان را بر راهها میگذاردندو از او خواهش مینمودند که محض دامن ردای او را لمس کنند و هرکه آن را لمس میکرد شفامی یافت.
Tip: use the ← and → keys to turn chapters.