ΚΑΤΑ ΜΑΡΚΟΝ 3
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1και εισηλθεν παλιν εισ την συναγωγην και ην εκει ανθρωποσ εξηραμμενην εχων την χειρα
1Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2και παρετηρουν αυτον ει τοισ σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου
2καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
3και λεγει τω ανθρωπω τω εξηραμμενην εχοντι την χειρα εγειραι εισ το μεσον
3καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον.
4και λεγει αυτοισ εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων
4καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5και περιβλεψαμενοσ αυτουσ μετ οργησ συλλυπουμενοσ επι τη πωρωσει τησ καρδιασ αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη η χειρ αυτου υγιησ ωσ η αλλη
5καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
6και εξελθοντεσ οι φαρισαιοι ευθεωσ μετα των ηρωδιανων συμβουλιον εποιουν κατ αυτου οπωσ αυτον απολεσωσιν
6καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7και ο ιησουσ ανεχωρησεν μετα των μαθητων αυτου προσ την θαλασσαν και πολυ πληθοσ απο τησ γαλιλαιασ ηκολουθησαν αυτω και απο τησ ιουδαιασ
7Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ,
8και απο ιεροσολυμων και απο τησ ιδουμαιασ και περαν του ιορδανου και οι περι τυρον και σιδωνα πληθοσ πολυ ακουσαντεσ οσα εποιει ηλθον προσ αυτον
8καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
9και ειπεν τοισ μαθηταισ αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον
9καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν·
10πολλουσ γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγασ
10πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας·
11και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρει προσεπιπτεν αυτω και εκραζεν λεγοντα οτι συ ει ο υιοσ του θεου
11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
12και πολλα επετιμα αυτοισ ινα μη φανερον αυτον ποιησωσιν
12καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.
13και αναβαινει εισ το οροσ και προσκαλειται ουσ ηθελεν αυτοσ και απηλθον προσ αυτον
13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14και εποιησεν δωδεκα ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτουσ κηρυσσειν
14καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15και εχειν εξουσιαν θεραπευειν τασ νοσουσ και εκβαλλειν τα δαιμονια
15καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια·
16και επεθηκεν τω σιμωνι ονομα πετρον
16καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
17και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοισ ονοματα βοανεργεσ ο εστιν υιοι βροντησ
17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
18και ανδρεαν και φιλιππον και βαρθολομαιον και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον κανανιτην
18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην
19και ιουδαν ισκαριωτην οσ και παρεδωκεν αυτον και ερχονται εισ οικον
19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
20και συνερχεται παλιν οχλοσ ωστε μη δυνασθαι αυτουσ μητε αρτον φαγειν
20Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21και ακουσαντεσ οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη
21καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
22και οι γραμματεισ οι απο ιεροσολυμων καταβαντεσ ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23και προσκαλεσαμενοσ αυτουσ εν παραβολαισ ελεγεν αυτοισ πωσ δυναται σατανασ σαταναν εκβαλλειν
23καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
24και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη
24καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25και εαν οικια εφ εαυτην μερισθη ου δυναται σταθηναι η οικια εκεινη
25καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
26και ει ο σατανασ ανεστη εφ εαυτον και μεμερισται ου δυναται σταθηναι αλλα τελοσ εχει
26καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
27ουδεισ δυναται τα σκευη του ισχυρου εισελθων εισ την οικιαν αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπαση
27οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28αμην λεγω υμιν οτι παντα αφεθησεται τα αμαρτηματα τοισ υιοισ των ανθρωπων και βλασφημιαι οσασ αν βλασφημησωσιν
28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσας ἐὰν βλασφημήσωσιν·
29οσ δ αν βλασφημηση εισ το πνευμα το αγιον ουκ εχει αφεσιν εισ τον αιωνα αλλ ενοχοσ εστιν αιωνιου κρισεωσ
29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως·
30οτι ελεγον πνευμα ακαθαρτον εχει
30ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει.
31ερχονται ουν οι αδελφοι και η μητηρ αυτου και εξω εστωτεσ απεστειλαν προσ αυτον φωνουντεσ αυτον
31Ἔρχονται οὖν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν.
32και εκαθητο οχλοσ περι αυτον ειπον δε αυτω ιδου η μητηρ σου και οι αδελφοι σου και αι αδελφαι σου εξω ζητουσιν σε
32καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος· εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.
33και απεκριθη αυτοισ λεγων τισ εστιν η μητηρ μου η οι αδελφοι μου
33καὶ ἀπεκρίθη αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34και περιβλεψαμενοσ κυκλω τουσ περι αυτον καθημενουσ λεγει ιδε η μητηρ μου και οι αδελφοι μου
34καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35οσ γαρ αν ποιηση το θελημα του θεου ουτοσ αδελφοσ μου και αδελφη μου και μητηρ εστιν
35ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.
Tip: use the ← and → keys to turn chapters.