ΤΩΒΙΤ
Chapter 4
Septuagint (Greek Old Te…
vs Douay-Rheims Bible…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Douay-Rheims Bible, American Edition (1899)
1ΕΝ τῇ ἡμέρᾳ ἐκείνη ἐμνήσθη Τωβὶτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαὴλ ἐν Ράγοις τῆς Μηδίας,
1Therefore when Tobias thought that his prayer was heard that he might die, he called to him Tobias his son,
2καὶ εἶπεν ἐν ἑαυτῷ· ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με;
2And said to him: Hear, my son, the words of my mouth, and lay them as a foundation in thy heart.
3καὶ καλέσας αὐτὸν εἶπε· παιδίον, ἐὰν ἀποθάνω, θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.
3When God shall take my soul, thou shalt bury my body: and thou shalt honour thy mother all the days of her life:
4μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρ᾿ ἐμοὶ ἐν ἑνὶ τάφῳ.
4For thou must be mindful what and how great perils she suffered for thee in her womb.
5πάσας τὰς ἡμέρας, παιδίον, Κυρίου τοῦ Θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ. δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας·
5And when she also shall have ended the time of her life, bury her by me.
6διότι ποιοῦντός σου τὴν ἀλήθειαν, εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.
6And all the days of thy life have God in thy mind: and take heed thou never consent to sin, nor transgress the commandments of the Lord our God.
7ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ.
7Give alms out of thy substance, and turn not away thy face from any poor person: for so it shall come to pass that the face of the Lord shall not be turned from thee.
8ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην·
8According to thy ability be merciful.
9θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης·
9If thou have much give abundantly: if thou have a little, take care even so to bestow willingly a little.
10διότι ἐλεημοσύνη ἐκ θανάτου ρύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος·
10For thus thou storest up to thyself a good reward for the day of necessity.
11δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ Ὑψίστου.
11For alms deliver from all sin, and from death, and will not suffer the soul to go into darkness.
12πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νῶε, Ἁβραάμ, Ἰσαάκ, Ἰακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος· μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.
12Alms shall be a great confidence before the most high God, to all them that give it.
13καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα· διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶ τοῦ λιμοῦ.
13Take heed to keep thyself, my son, from all fornication, and beside thy wife never endure to know a crime.
14μισθὸς παντὸς ἀνθρώπου, ὃς ἐὰν ἐργάσηται παρὰ σοί, μὴ αὐλισθήτω, ἀλλ᾿ ἀπόδος αὐτῷ παραυτίκα, καὶ ἐὰν δουλεύσῃς τῷ Θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.
14Never suffer pride to reign in thy mind, or in thy words: for from it all perdition took its beginning.
15καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς. οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.
15If any man hath done any work for thee, immediately pay him his hire, and let not the wages of thy hired servant stay with thee at all.
16ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν, ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.
16See thou never do to another what thou wouldst hate to have done to thee by another.
17ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.
17Eat thy bread with the hungry and the needy, and with thy garments cover the naked.
18συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπί πάσης συμβουλίας χρησίμης.
18Lay out thy bread, and thy wine upon the burial of a just man, and do not eat and drink thereof with the wicked.
19καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν Θεὸν καὶ παρ᾿ αὐτοῦ αἴτησον, ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαί σου εὐοδωθῶσι· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλ᾿ αὐτὸς ὁ Κύριος δίδωσι πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ, καθὼς βούλεται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
19Seek counsel always of a wise man.
20καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρία ἐν Ράγοις τῆς Μηδίας.
20Bless God at all times: and desire of him to direct thy ways, and that all thy counsels may abide in him.
21καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν Θεόν, καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
21I tell thee also, my son, that I lent ten talents of silver, while thou wast yet a child, to Gabelus, in Rages a city of the Medes, and I have a note of his hand with me:
no verse 22 in this text
22Now therefore inquire how thou mayst go to him, and receive of him the foresaid sum of money, and restore to him the note of his hand.
no verse 23 in this text
23Fear not, my son: we lead indeed a poor life, but we shall have many good things if we fear God, and depart from all sin, and do that which is good.

Tip: use the ← and → keys to turn chapters.