ΙΕΡΕΜΙΑΣ 9
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Old Persian Version (ترجمه قدیم)
1ΤΙΣ δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;
1چشمه اشک. تا روز و شب برای کشتگان دختر قوم خود گریه میکردم.
2τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων.
2کاش که در بیابان منزل مسافران میداشتم تا قوم خود را ترک کرده، از نزد ایشان میرفتم چونکه همگی ایشان زناکارو جماعت خیانت کارند.
3καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.
3زبان خویش را مثل کمان خود به دروغ میکشند. در زمین قوی شدهاند اما نه برای راستی زیرا خداوند میگوید: «از شرارت به شرارت ترقی میکنند و مرانمی شناسند.»
4ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ' ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.
4هر یک از همسایه خویش باحذر باشید و به هیچ برادر اعتماد منمایید زیراهر برادر از پا درمی آورد و هر همسایه به نمامی گردش میکند.
5ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.
5و هر کس همسایه خود را فریب میدهد و ایشان براستی تکلم نمی نمایند و زبان خود را به دروغگویی آموختهاند و از کج رفتاری خسته شدهاند.
6τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος.
6خداوند میگوید که «مسکن تودر میان فریب است و از مکر خویش نمی خواهندکه مرا بشناسند.»
7διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.
7بنابراین یهوه صبایوت چنین میگوید: «اینک من ایشان را قال گذاشته، امتحان خواهم نمود. زیرا بهخاطر دختر قوم خود چه توانم کرد؟
8βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.
8زبان ایشان تیر مهلک است که به فریب سخن میراند. به زبان خود با همسایه خویش سخنان صلحآمیز میگویند، اما در دل خودبرای او کمین میگذارند.»
9μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
9پس خداوندمی گوید: «آیا بهسبب این چیزها ایشان راعقوبت نرسانم و آیا جانم از چنین قومی انتقام نکشد؟»
10Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.
10برای کوهها گریه و نوحه گری و برای مرتعهای بیابان ماتم برپا میکنم زیرا که سوخته شده است و احدی از آنها گذر نمی کند و صدای مواشی شنیده نمی شود. هم مرغان هوا و هم بهایم فرار کرده و رفتهاند.
11καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι.
11و اورشلیم را به تودهها و ماوای شغالها مبدل میکنم و شهرهای یهودا را ویران و غیرمسکون خواهم ساخت.
12τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;
12کیست مرد حکیم که این را بفهمد و کیست که دهان خداوند به وی سخن گفته باشد تا از این چیزها اخبار نماید که چرا زمین خراب و مثل بیابان سوخته شده است که احدی از آن گذرنمی کند.
13καὶ εἶπε Κύριος πρός με· διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,
13پس خداوند میگوید: «چونکه شریعت مرا که پیش روی ایشان گذاشته بودم ترک کردند وآواز مرا نشنیدند و در آن سلوک ننمودند،
14ἀλλ' ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν·
14بلکه پیروی سرکشی دل خود را نمودند، و از عقب بعلیم که پدران ایشان آنها را به ایشان آموختندرفتند.»
15διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
15از این جهت یهوه صبایوت خدای اسرائیل چنین میگوید: «اینک من افسنتین راخوراک این قوم خواهم ساخت و آب تلخ به ایشان خواهم نوشانید.
16καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.
16و ایشان را در میان امت هایی که ایشان و پدران ایشان آنها رانشناختند پراکنده خواهم ساخت و شمشیر را درعقب ایشان خواهم فرستاد تا ایشان را هلاک نمایم.»
17τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
17یهوه صبایوت چنین میگوید: «تفکر کنیدو زنان نوحه گر را بخوانید تا بیایند و درپی زنان حکیم بفرستید تا بیایند.»
18καὶ λαβέτωσαν ἐφ' ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ρείτω ὕδωρ.
18و ایشان تعجیل نموده، برای ما ماتم برپا کنند تا چشمان ما اشکهابریزد و مژگان ما آبها جاری سازد.
19ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν.
19زیرا که آواز نوحه گری از صهیون شنیده میشود که چگونه غارت شدیم و چه بسیار خجل گردیدیم چونکه زمین را ترک کردیم و مسکن های ما ما رابیرون انداختهاند.
20ἀκούσατε δή, γυναῖκες, λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὸν πλησίον αὐτῆς θρῆνον.
20پسای زنان، کلام خداوند را بشنوید و گوشهای شما کلام دهان اورا بپذیرد و شما به دختران خود نوحه گری راتعلیم دهید و هر زن به همسایه خویش ماتم را.
21ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.
21زیرا موت به پنجره های ما برآمده، به قصرهای ما داخل شده است تا اطفال را از بیرون و جوانان را از چهارسوها منقطع سازد.
22καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων.
22خداوند چنین میگوید: «بگو که لاشهای مردمان مثل سرگین بر روی صحرا و مانند بافه درعقب دروگر افتاده است و کسی نیست که آن رابرچیند.»
23Τάδε λέγει Κύριος· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
23خداوند چنین میگوید: «حکیم، ازحکمت خود فخر ننماید و جبار، از تنومندی خویش مفتخر نشود و دولتمند از دولت خودافتخار نکند.
24ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.
24بلکه هرکه فخر نماید از این فخربکند که فهم دارد و مرا میشناسد که من یهوه هستم که رحمت و انصاف و عدالت را در زمین بجا میآورم زیرا خداوند میگوید در این چیزهامسرور میباشم.»
25ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,
25خداوند میگوید: «اینک ایامی میآید که نامختونان را با مختونان عقوبت خواهم رسانید.
26ἐπ' Αἴγυπτον καὶ ἐπὶ Ἰδουμαίαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Ἀμμὼν καὶ ἐπὶ υἱοὺς Μωὰβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.
26یعنی مصر و یهودا و ادوم و بنی عمون وموآب و آنانی را که گوشه های موی خود رامی تراشند و در صحرا ساکنند. زیرا که جمیع این امتها نامختونند و تمامی خاندان اسرائیل در دل نامختونند.»
Tip: use the ← and → keys to turn chapters.