ΗΣΑΙΑΣ
Chapter 56
Septuagint (Greek Old Te…
vs World English Bible
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 56

Septuagint (Greek Old Testament), second edition
World English Bible
1ΤΑΔΕ λέγει Κύριος· φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.
1The LORD says: “Maintain justice and do what is right, for my salvation is near and my righteousness will soon be revealed.
2μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.
2Blessed is the man who does this, and the son of man who holds it fast; who keeps the Sabbath without profaning it and keeps his hand from doing any evil.”
3μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον ἐγώ εἰμι ξηρόν.
3Let no foreigner who has joined himself to the LORD speak, saying, “The LORD will surely separate me from his people.” Do not let the eunuch say, “Behold, I am a dry tree.”
4τάδε λέγει Κύριος τοῖς εὐνούχοις· ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,
4For the LORD says, “To the eunuchs who keep my Sabbaths, choose the things that please me, and hold fast to my covenant,
5δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.
5I will give them in my house and within my walls a memorial and a name better than of sons and of daughters. I will give them an everlasting name that will not be cut off.
6καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,
6Also the foreigners who join themselves to the LORD to serve him, and to love the LORD’s name, to be his servants, everyone who keeps the Sabbath from profaning it, and holds fast my covenant,
7εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν,
7I will bring these to my holy mountain, and make them joyful in my house of prayer. Their burnt offerings and their sacrifices will be accepted on my altar; for my house will be called a house of prayer for all peoples.”
8εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ᾿ αὐτὸν συναγωγήν.
8The Lord GOD, who gathers the outcasts of Israel, says, “I will yet gather others to him, in addition to his own who are gathered.”
9Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.
9All you animals of the field, come to devour, all you animals in the forest.
10ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.
10His watchmen are blind. They are all without knowledge. They are all mute dogs. They can’t bark— dreaming, lying down, loving to slumber.
11καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.
11Yes, the dogs are greedy. They can never have enough. They are shepherds who can’t understand. They have all turned to their own way, each one to his gain, from every quarter.
no verse 12 in this text
12“Come,” they say, “I will get wine, and we will fill ourselves with strong drink; and tomorrow will be as today, great beyond measure.”

Tip: use the ← and → keys to turn chapters.