ΙΕΖΕΚΙΗΛ
Chapter 16
Septuagint (Greek Old Te…
vs Modern Hebrew Bible
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 16

Septuagint (Greek Old Testament), second edition
Modern Hebrew Bible
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
1ויהי דבר יהוה אלי לאמר׃
2υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς
2בן אדם הודע את ירושלם את תועבתיה׃
3καὶ ἐρεῖς· τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· ἡ ρίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν, ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία.
3ואמרת כה אמר אדני יהוה לירושלם מכרתיך ומלדתיך מארץ הכנעני אביך האמרי ואמך חתית׃
4καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστούς σου καί ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης,
4ומולדותיך ביום הולדת אתך לא כרת שרך ובמים לא רחצת למשעי והמלח לא המלחת והחתל לא חתלת׃
5οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ, ᾗ ἐτέχθης.
5לא חסה עליך עין לעשות לך אחת מאלה לחמלה עליך ותשלכי אל פני השדה בגעל נפשך ביום הלדת אתך׃
6καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· ἐκ τοῦ αἵματός σου ζωή·
6ואעבר עליך ואראך מתבוססת בדמיך ואמר לך בדמיך חיי ואמר לך בדמיך חיי׃
7πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
7רבבה כצמח השדה נתתיך ותרבי ותגדלי ותבאי בעדי עדיים שדים נכנו ושערך צמח ואת ערם ועריה׃
8καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου· καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι.
8ואעבר עליך ואראך והנה עתך עת דדים ואפרש כנפי עליך ואכסה ערותך ואשבע לך ואבוא בברית אתך נאם אדני יהוה ותהיי לי׃
9καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
9וארחצך במים ואשטף דמיך מעליך ואסכך בשמן׃
10καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδυσά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
10ואלבישך רקמה ואנעלך תחש ואחבשך בשש ואכסך משי׃
11καὶ ἐκόσμημά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
11ואעדך עדי ואתנה צמידים על ידיך ורביד על גרונך׃
12καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου.
12ואתן נזם על אפך ועגילים על אזניך ועטרת תפארת בראשך׃
13καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλή σφόδρα.
13ותעדי זהב וכסף ומלבושך ששי ומשי ורקמה סלת ודבש ושמן אכלתי ותיפי במאד מאד ותצלחי למלוכה׃
14καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι, ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος.
14ויצא לך שם בגוים ביפיך כי כליל הוא בהדרי אשר שמתי עליך נאם אדני יהוה׃
15Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, ὃ οὐκ ἔσται.
15ותבטחי ביפיך ותזני על שמך ותשפכי את תזנותיך על כל עובר לו יהי׃
16καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ραπτὰ καὶ ἐξεπόρνευσας ἐπ᾿ αὐτά· καὶ οὐ μὴ εἰσέλθῃς, οὐδὲ μὴ γένηται.
16ותקחי מבגדיך ותעשי לך במות טלאות ותזני עליהם לא באות ולא יהיה׃
17καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς·
17ותקחי כלי תפארתך מזהבי ומכספי אשר נתתי לך ותעשי לך צלמי זכר ותזני בם׃
18καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν·
18ותקחי את בגדי רקמתך ותכסים ושמני וקטרתי נתתי לפניהם׃
19καὶ τοὺς ἄρτους μου, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμήν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος,
19ולחמי אשר נתתי לך סלת ושמן ודבש האכלתיך ונתתיהו לפניהם לריח ניחח ויהי נאם אדני יהוה׃
20καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας,
20ותקחי את בניך ואת בנותיך אשר ילדת לי ותזבחים להם לאכול המעט מתזנתך׃
21καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς.
21ותשחטי את בני ותתנים בהעביר אותם להם׃
22τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.
22ואת כל תועבתיך ותזנתיך לא זכרתי את ימי נעוריך בהיותך ערם ועריה מתבוססת בדמך היית׃
23καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,
23ויהי אחרי כל רעתך אוי אוי לך נאם אדני יהוה׃
24καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
24ותבני לך גב ותעשי לך רמה בכל רחוב׃
25καὶ ἐπ᾿ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου·
25אל כל ראש דרך בנית רמתך ותתעבי את יפיך ותפשקי את רגליך לכל עובר ותרבי את תזנתך׃
26καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με.
26ותזני אל בני מצרים שכניך גדלי בשר ותרבי את תזנתך להכעיסני׃
27ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας.
27והנה נטיתי ידי עליך ואגרע חקך ואתנך בנפש שנאותיך בנות פלשתים הנכלמות מדרכך זמה׃
28καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ καὶ οὐδ᾿ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.
28ותזני אל בני אשור מבלתי שבעתך ותזנים וגם לא שבעת׃
29καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης.
29ותרבי את תזנותך אל ארץ כנען כשדימה וגם בזאת לא שבעת׃
30τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα, ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου·
30מה אמלה לבתך נאם אדני יהוה בעשותך את כל אלה מעשה אשה זונה שלטת׃
31τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα.
31בבנותיך גבך בראש כל דרך ורמתך עשיתי בכל רחוב ולא הייתי כזונה לקלס אתנן׃
32ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα·
32האשה המנאפת תחת אישה תקח את זרים׃
33πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα, καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρός σε κυκλόθεν ἐν τῇ πορνείᾳ σου.
33לכל זנות יתנו נדה ואת נתת את נדניך לכל מאהביך ותשחדי אותם לבוא אליך מסביב בתזנותיך׃
34καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα.
34ויהי בך הפך מן הנשים בתזנותיך ואחריך לא זונה ובתתך אתנן ואתנן לא נתן לך ותהי להפך׃
35Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου·
35לכן זונה שמעי דבר יהוה׃
36τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς.
36כה אמר אדני יהוה יען השפך נחשתך ותגלה ערותך בתזנותיך על מאהביך ועל כל גלולי תועבותיך וכדמי בניך אשר נתת להם׃
37διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
37לכן הנני מקבץ את כל מאהביך אשר ערבת עליהם ואת כל אשר אהבת על כל אשר שנאת וקבצתי אתם עליך מסביב וגליתי ערותך אלהם וראו את כל ערותך׃
38καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.
38ושפטתיך משפטי נאפות ושפכת דם ונתתיך דם חמה וקנאה׃
39καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου καί ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν.
39ונתתי אותך בידם והרסו גבך ונתצו רמתיך והפשיטו אותך בגדיך ולקחו כלי תפארתך והניחוך עירם ועריה׃
40καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσί σε ἐν λίθοις καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν.
40והעלו עליך קהל ורגמו אותך באבן ובתקוך בחרבותם׃
41καὶ ἐμπρήσουσι τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.
41ושרפו בתיך באש ועשו בך שפטים לעיני נשים רבות והשבתיך מזונה וגם אתנן לא תתני עוד׃
42καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ σὺ μὴ μεριμνήσω οὐκέτι.
42והנחתי חמתי בך וסרה קנאתי ממך ושקטתי ולא אכעס עוד׃
43ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
43יען אשר לא זכרתי את ימי נעוריך ותרגזי לי בכל אלה וגם אני הא דרכך בראש נתתי נאם אדני יהוה ולא עשיתי את הזמה על כל תועבתיך׃
44ταῦτά ἐστι πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες· καθὼς ἡ μήτηρ,
44הנה כל המשל עליך ימשל לאמר כאמה בתה׃
45καὶ ἡ θυγάτηρ· θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφοὶ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμορραῖος.
45בת אמך את געלת אישה ובניה ואחות אחותך את אשר געלו אנשיהן ובניהן אמכן חתית ואביכן אמרי׃
46ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.
46ואחותך הגדולה שמרון היא ובנותיה היושבת על שמאולך ואחותך הקטנה ממך היושבת מימינך סדם ובנותיה׃
47καὶ οὐδ᾿ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.
47ולא בדרכיהן הלכת ובתועבותיהן עשיתי כמעט קט ותשחתי מהן בכל דרכיך׃
48ζῶ ἐγώ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα ἡ ἀδελφή σου, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.
48חי אני נאם אדני יהוה אם עשתה סדם אחותך היא ובנותיה כאשר עשית את ובנותיך׃
49πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς. τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.
49הנה זה היה עון סדם אחותך גאון שבעת לחם ושלות השקט היה לה ולבנותיה ויד עני ואביון לא החזיקה׃
50καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ, καὶ ἐξῇρα αὐτὰς καθὼς εἶδον.
50ותגבהינה ותעשינה תועבה לפני ואסיר אתהן כאשר ראיתי׃
51καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.
51ושמרון כחצי חטאתיך לא חטאה ותרבי את תועבותיך מהנה ותצדקי את אחותך בכל תועבתיך אשר עשיתי׃
52καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτάς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.
52גם את שאי כלמתך אשר פללת לאחותך בחטאתיך אשר התעבת מהן תצדקנה ממך וגם את בושי ושאי כלמתך בצדקתך אחיותך׃
53καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν,
53ושבתי את שבותהן את שבית סדם ובנותיה ואת שבית שמרון ובנותיה ושבית שביתיך בתוכהנה׃
54ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ παροργίσαι με.
54למען תשאי כלמתך ונכלמת מכל אשר עשית בנחמך אתן׃
55καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ᾿ ἀρχῆς ἦτε.
55ואחותיך סדם ובנותיה תשבן לקדמתן ושמרון ובנותיה תשבן לקדמתן ואת ובנותיך תשבינה לקדמתכן׃
56καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου,
56ולוא היתה סדם אחותך לשמועה בפיך ביום גאוניך׃
57πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ;
57בטרם תגלה רעתך כמו עת חרפת בנות ארם וכל סביבותיה בנות פלשתים השאטות אותך מסביב׃
58τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει Κύριος.
58את זמתך ואת תועבותיך את נשאתים נאם יהוה׃
59τάδε λέγει Κύριος· καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.
59כי כה אמר אדני יהוה ועשית אותך כאשר עשית אשר בזית אלה להפר ברית׃
60καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.
60וזכרתי אני את בריתי אותך בימי נעוריך והקמותי לך ברית עולם׃
61καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου.
61וזכרת את דרכיך ונכלמת בקחתך את אחותיך הגדלות ממך אל הקטנות ממך ונתתי אתהן לך לבנות ולא מבריתך׃
62καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Κύριος,
62והקימותי אני את בריתי אתך וידעת כי אני יהוה׃
63ὅπως μνησθῇς καὶ αἰσχυνθῆς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει Κύριος.
63למען תזכרי ובשת ולא יהיה לך עוד פתחון פה מפני כלמתך בכפרי לך לכל אשר עשית נאם אדני יהוה׃

Tip: use the ← and → keys to turn chapters.