ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 21
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Old Persian Version (ترجمه قدیم)
1ΕΑΝ δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ καὶ οὐκ οἴδασι τὸν πατάξαντα,
1اگر در زمینی که یهوه، خدایت، برای تصرفش به تو میدهد مقتولی درصحرا افتاده، پیدا شود و معلوم نباشد که قاتل اوکیست،
2ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου,
2آنگاه مشایخ و داوران تو بیرون آمده، مسافت شهرهایی را که در اطراف مقتول است، بپیمایند.
3καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργασται, καὶ ἥτις οὐχ εἵλκυσε ζυγόν,
3و اما شهری که نزدیک تر به مقتول است، مشایخ آن شهر گوساله رمه را که با آن خیش نزده، و یوغ به آن نبستهاند، بگیرند.
4καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι.
4ومشایخ آن شهر آن گوساله را در وادیای که آب در آن همیشه جاری باشد و در آن خیش نزده، وشخم نکرده باشند، فرود آورند، و آنجا در وادی، گردن گوساله را بشکنند.
5καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπέλεξε Κύριος ὁ Θεὸς παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή.
5و بنی لاوی کهنه نزدیک بیایند، چونکه یهوه خدایت ایشان رابرگزیده است تا او را خدمت نمایند، و به نام خداوند برکت دهند، و برحسب قول ایشان هرمنازعه و هر آزاری فیصل پذیرد.
6καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τῷ τραυματίᾳ νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι
6و جمیع مشایخ آن شهری که نزدیک تر به مقتول است، دستهای خود را بر گوسالهای که گردنش در وادی شکسته شده است، بشویند.
7καὶ ἀποκριθέντες ἐροῦσιν· αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν·
7و جواب داده، بگویند: «دستهای ما این خون را نریخته، وچشمان ما ندیده است.
8ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραήλ, οὓς ἐλυτρώσω, Κύριε, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα.
8ای خداوند قوم خوداسرائیل را که فدیه دادهای بیامرز، و مگذار که خون بیگناه در میان قوم تو اسرائیل بماند.» پس خون برای ایشان عفو خواهد شد.
9σὺ δὲ ἐξαρεῖς τὸ αἷμα· τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
9پس خون بیگناه را از میان خود رفع کردهای هنگامی که آنچه در نظر خداوند راست است به عمل آوردهای.
10Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν
10چون بیرون روی تا با دشمنان خود جنگ کنی، و یهوه خدایت ایشان را بهدستت تسلیم نماید و ایشان را اسیر کنی،
11καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτήν σεαυτῷ γυναῖκα
11و در میان اسیران زن خوب صورتی دیده، عاشق او بشوی وبخواهی او را به زنی خود بگیری،
12καὶ εἰσάξῃς αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτὴν
12پس او را به خانه خود ببر و او سر خود را بتراشد و ناخن خودرا بگیرد.
13καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ᾿ αὐτῆς καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή.
13و رخت اسیری خود را بیرون کرده، در خانه تو بماند، و برای پدر و مادر خود یک ماه ماتم گیرد، و بعد از آن به او درآمده، شوهر او بشوو او زن تو خواهد بود.
14καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτήν, διότι ἐταπείνωσας αὐτήν.
14و اگر از وی راضی نباشی او را به خواهش دلش رها کن، لیکن او را به نقره هرگز مفروش و به او سختی مکن چونکه اورا ذلیل کردهای.
15Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης,
15و اگر مردی را دو زن باشد یکی محبوبه ویکی مکروهه، و محبوبه و مکروهه هر دو برایش پسران بزایند، و پسر مکروهه نخست زاده باشد،
16καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον,
16پس در روزی که اموال خود را به پسران خویش تقسیم نماید، نمی تواند پسر محبوبه را برپسر مکروهه که نخست زاده است، حق نخست زادگی دهد.
17ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων, ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.
17بلکه حصهای مضاعف ازجمیع اموال خود را به پسر مکروهه داده، او رانخست زاده خویش اقرار نماید، زیرا که او ابتدای قوت اوست و حق نخست زادگی از آن اومی باشد.
18Ἐὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστής, οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν,
18اگر کسی را پسری سرکش و فتنه انگیزباشد، که سخن پدر و سخن مادر خود را گوش ندهد، و هرچند او را تادیب نمایند ایشان رانشنود،
19καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου
19پدر و مادرش او را گرفته، نزد مشایخ شهرش به دروازه محلهاش بیاورند.
20καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐχ ὑπακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ·
20و به مشایخ شهرش گویند: «این پسر ما سرکش وفتنه انگیز است، سخن ما را نمی شنود و مسرف ومیگسار است.»
21καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται.
21پس جمیع اهل شهرش او را به سنگ سنگسار کنند تا بمیرد، پس بدی را از میان خود دور کردهای و تمامی اسرائیل چون بشنوند، خواهند ترسید.
22Ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου καὶ ἀποθάνῃ καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου,
22و اگر کسی گناهی را که مستلزم موت است، کرده باشد و کشته شود، و او را به دارکشیده باشی،
23οὐ κοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι κεκατηραμένος ὑπὸ Θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ οὐ μὴ μιανεῖτε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ.
23بدنش در شب بر دار نماند. او راالبته در همان روز دفن کن، زیرا آنکه بر دارآویخته شود ملعون خدا است تا زمینی را که یهوه، خدایت، تو را به ملکیت میدهد، نجس نسازی.
Tip: use the ← and → keys to turn chapters.