ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 16
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
World English Bible
1ΦΥΛΑΞΑΙ τὸν μῆνα τῶν νέων καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός.
1Observe the month of Abib, and keep the Passover to the LORD your God; for in the month of Abib the LORD your God brought you out of Egypt by night.
2καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
2You shall sacrifice the Passover to the LORD your God, of the flock and the herd, in the place which the LORD shall choose to cause his name to dwell there.
3οὐ φαγῇ ἐπ᾿ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φαγῇ ἐπ᾿ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου· ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.
3You shall eat no leavened bread with it. You shall eat unleavened bread with it seven days, even the bread of affliction (for you came out of the land of Egypt in haste) that you may remember the day when you came out of the land of Egypt all the days of your life.
4οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν, ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ.
4No yeast shall be seen with you in all your borders seven days; neither shall any of the meat, which you sacrifice the first day at evening, remain all night until the morning.
5οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι,
5You may not sacrifice the Passover within any of your gates which the LORD your God gives you;
6ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ, ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου,
6but at the place which the LORD your God shall choose to cause his name to dwell in, there you shall sacrifice the Passover at evening, at the going down of the sun, at the season that you came out of Egypt.
7καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φαγῇ ἐν τῷ τόπῳ, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν, καὶ ἀποστραφήσῃ τὸ πρωΐ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου.
7You shall roast and eat it in the place which the LORD your God chooses. In the morning you shall return to your tents.
8ἓξ ἡμέρας φαγῇ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχῇ.
8Six days you shall eat unleavened bread. On the seventh day shall be a solemn assembly to the LORD your God. You shall do no work.
9ἑπτά ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ᾿ ἀμητόν, ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας.
9You shall count for yourselves seven weeks. From the time you begin to put the sickle to the standing grain you shall begin to count seven weeks.
10καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου καθὼς ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ Θεός σου·
10You shall keep the feast of weeks to the LORD your God with a tribute of a free will offering of your hand, which you shall give according to how the LORD your God blesses you.
11καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
11You shall rejoice before the LORD your God: you, your son, your daughter, your male servant, your female servant, the Levite who is within your gates, the foreigner, the fatherless, and the widow who are among you, in the place which the LORD your God shall choose to cause his name to dwell there.
12καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας.
12You shall remember that you were a slave in Egypt. You shall observe and do these statutes.
13ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου·
13You shall keep the feast of booths seven days, after you have gathered in from your threshing floor and from your wine press.
14καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου.
14You shall rejoice in your feast, you, your son, your daughter, your male servant, your female servant, the Levite, the foreigner, the fatherless, and the widow who are within your gates.
15ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς γενήμασί σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος.
15You shall keep a feast to the LORD your God seven days in the place which the LORD chooses, because the LORD your God will bless you in all your increase and in all the work of your hands, and you shall be altogether joyful.
16τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται αὐτὸν Κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός·
16Three times in a year all of your males shall appear before the LORD your God in the place which he chooses: in the feast of unleavened bread, in the feast of weeks, and in the feast of booths. They shall not appear before the LORD empty.
17ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν, κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι.
17Every man shall give as he is able, according to the LORD your God’s blessing which he has given you.
18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι, κατὰ φυλάς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
18You shall make judges and officers in all your gates, which the LORD your God gives you, according to your tribes; and they shall judge the people with righteous judgment.
19οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων.
19You shall not pervert justice. You shall not show partiality. You shall not take a bribe, for a bribe blinds the eyes of the wise and perverts the words of the righteous.
20δικαίως τὸ δίκαιον διῴξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι.
20You shall follow that which is altogether just, that you may live and inherit the land which the LORD your God gives you.
21Οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον, παρὰ τὸ θυσιαστήριον τοῦ Θεοῦ σου οὐ ποιήσεις σεαυτῷ.
21You shall not plant for yourselves an Asherah of any kind of tree beside the LORD your God’s altar, which you shall make for yourselves.
22οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.
22Neither shall you set yourself up a sacred stone which the LORD your God hates.
Tip: use the ← and → keys to turn chapters.