ΑΜΩΣ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΤΑΔΕ λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν.
1耶和華如此說: 摩押 三番四次地犯罪, 我必不免去她的刑罰; 因為她將 以東 王的骸骨焚燒成灰。
2καὶ ἐξαποστελῶ πῦρ εἰς Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
2我卻要降火在 摩押 , 燒滅 加略 的宮殿。 摩押 必在鬨嚷吶喊吹角之中死亡。
3καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετ᾿ αὐτοῦ, λέγει Κύριος.
3我必剪除 摩押 中的審判者, 將其中的一切首領和他一同殺戮。 這是耶和華說的。
4Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισίν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν.
4耶和華如此說: 猶大 人三番四次地犯罪, 我必不免去他們的刑罰; 因為他們厭棄耶和華的訓誨, 不遵守他的律例。 他們列祖所隨從虛假的 偶像 使他們走迷了。
5καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.
5我卻要降火在 猶大 , 燒滅 耶路撒冷 的宮殿。
6Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων,
6耶和華如此說: 以色列 人三番四次地犯罪, 我必不免去他們的刑罰; 因他們為銀子賣了義人, 為一雙鞋賣了窮人。
7τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν.
7他們見窮人頭上所蒙的灰也都垂涎, 阻礙謙卑人的道路。 父子同一個女子行淫, 褻瀆我的聖名。
8καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν.
8他們在各壇旁鋪人所當的衣服,臥在其上, 又在他們神的廟中喝受罰之人的酒。
9ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν.
9我從 以色列 人面前除滅 亞摩利 人。 他雖高大如香柏樹,堅固如橡樹, 我卻上滅他的果子,下絕他的根本。
10καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμορραίων.
10我也將你們從 埃及 地領上來, 在曠野引導你們四十年, 使你們得 亞摩利 人之地為業。
11καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. μὴ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραήλ; λέγει Κύριος.
11我從你們子弟中興起先知, 又從你們少年人中興起拿細耳人。 以色列 人哪,不是這樣嗎? 這是耶和華說的。
12καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· οὐ μὴ προφητεύσητε.
12你們卻給拿細耳人酒喝, 囑咐先知說:不要說預言。
13διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης·
13看哪,在你們所住之地,我必壓 你們 , 如同裝滿禾捆的車壓 物 一樣。
14καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ,
14快跑的不能逃脫; 有力的不能用力; 剛勇的也不能自救。
15καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ καὶ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
15拿弓的不能站立; 腿快的不能逃脫; 騎馬的也不能自救。
16καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.
16到那日,勇士中最有膽量的, 必赤身逃跑。 這是耶和華說的。
Tip: use the ← and → keys to turn chapters.