ΒΑΣΙΛΕΙΩΝ Β 3
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
JPS Tanakh (Jewish Publication Society, 1917)
1ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
1Now there was long war between the house of Saul and the house of David; and David waxed stronger and stronger, but the house of Saul waxed weaker and weaker.
2Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος,
2And unto David were sons born in Hebron; and his first-born was Amnon, of Ahinoam the Jezreelitess;
3καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ,
3and his second, Chileab, of Abigail the wife of Nabal the Carmelite; and the third, Absalom the son of Maacah the daughter of Talmai king of Geshur;
4καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς Ἀβιτάλ,
4and the fourth, Adonijah the son of Haggith; and the fifth, Shephatiah the son of Abital;
5καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.
5and the sixth, Ithream, of Eglah David's wife. These were born to David in Hebron.
6Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
6And it came to pass, while there was war between the house of Saul and the house of David, that Abner showed himself strong in the house of Saul.
7καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
7Now Saul had a concubine, whose name was Rizpah, the daughter of Aiah; and Ish-bosheth said to Abner: 'Wherefore hast thou gone in unto my father's concubine?'
8καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
8Then was Abner very wroth for the words of Ish-bosheth, and said: 'Am I a dog's head that belongeth to Judah? This day do I show kindness unto the house of Saul thy father, to his brethren, and to his friends, and have not delivered thee into the hand of David, and yet thou chargest me this day with a fault concerning this woman.
9τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
9God do so to Abner, and more also, if, as the LORD hath sworn to David, I do not even so to him;
10περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.
10to transfer the kingdom from the house of Saul, and to set up the throne of David over Israel and over Judah, from Dan even to Beer-sheba.'
11καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
11And he could not answer Abner another word, because he feared him.
12Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.
12And Abner sent messengers to David straightway, saying: 'Whose is the land?' saying also: 'Make thy league with me, and, behold, my hand shall be with thee, to bring over all Israel unto thee.'
13καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
13And he said: 'Well; I will make a league with thee; but one thing I require of thee, that is, thou shalt not see my face, except thou first bring Michal Saul's daughter, when thou comest to see my face.'
14καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.
14And David sent messengers to Ish-bosheth Saul's son, saying: 'Deliver me my wife Michal, whom I betrothed to me for a hundred foreskins of the Philistines.'
15καὶ ἀπέστειλεν Ἰεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.
15And Ish-bosheth sent, and took her from her husband, even from Paltiel the son of Laish.
16καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε.
16And her husband went with her, weeping as he went, and followed her to Bahurim. Then said Abner unto him: 'Go, return'; and he returned.
17καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν·
17And Abner had communication with the elders of Israel, saying: 'In times past ye sought for David to be king over you;
18καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
18now then do it; for the LORD hath spoken of David, saying: By the hand of My servant David I will save My people Israel out of the hand of the Philistines, and out of the hand of all their enemies.'
19καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.
19And Abner also spoke in the ears of Benjamin; and Abner went also to speak in the ears of David in Hebron all that seemed good to Israel, and to the whole house of Benjamin.
20Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον.
20So Abner came to David to Hebron, and twenty men with him. And David made Abner and the men that were with him a feast.
21καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
21And Abner said unto David: 'I will arise and go, and will gather all Israel unto my lord the king, that they may make a covenant with thee, and that thou mayest reign over all that thy soul desireth.' And David sent Abner away; and he went in peace.
22καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
22And, behold, the servants of David and Joab came from a foray, and brought in a great spoil with them; but Abner was not with David in Hebron; for he had sent him away, and he was gone in peace.
23καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
23When Joab and all the host that was with him were come, they told Joab, saying: 'Abner the son of Ner came to the king, and he hath sent him away, and he is gone in peace.'
24καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
24Then Joab came to the king, and said: 'What hast thou done? behold, Abner came unto thee; why is it that thou hast sent him away, and he is quite gone?
25ἦ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;
25Thou knowest Abner the son of Ner, that he came to deceive thee, and to know thy going out and thy coming in, and to know all that thou doest.'
26καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει.
26And when Joab was come out from David, he sent messengers after Abner, and they brought him back from Bor-sirah; but David knew it not.
27καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
27And when Abner was returned to Hebron, Joab took him aside into the midst of the gate to speak with him quietly, and smote him there in the groin, that he died, for the blood of Asahel his brother.
28Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ·
28And afterward when David heard it, he said: 'I and my kingdom are guiltless before the LORD for ever from the blood of Abner the son of Ner;
29καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.
29let it fall upon the head of Joab, and upon all his father's house; and let there not fail from the house of Joab one that hath an issue, or that is a leper, or that leaneth on a staff, or that falleth by the sword, or that lacketh bread.'
30Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ.
30So Joab and Abishai his brother slew Abner, because he had killed their brother Asahel at Gibeon in the battle.
31καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
31And David said to Joab, and to all the people that were with him: 'Rend your clothes, and gird you with sackcloth, and wail before Abner.' And king David followed the bier.
32καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ.
32And they buried Abner in Hebron; and the king lifted up his voice, and wept at the grave of Abner; and all the people wept.
33καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;
33And the king lamented for Abner, and said: Should Abner die as a churl dieth?
34αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
34Thy hands were not bound, nor thy feet put into fetters; as a man falleth before the children of iniquity, so didst thou fall. And all the people wept again over him.
35καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.
35And all the people came to cause David to eat bread while it was yet day; but David swore, saying: 'God do so to me, and more also, if I taste bread, or aught else, till the sun be down.'
36καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
36And all the people took notice of it, and it pleased them; whatsoever the king did, pleased all the people.
37καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
37So all the people and all Israel understood that day that it was not of the king to slay Abner the son of Ner.
38καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;
38And the king said unto his servants: 'Know ye not that there is a prince and a great man fallen this day in Israel?
39καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.
39And I am this day weak, and just anointed king; and these men the sons of Zeruiah are too hard for me; the LORD reward the evildoer according to his wickedness.'
Tip: use the ← and → keys to turn chapters.